Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] δικάζουσι δ᾽ οἱ λαχόντες ταῦτ᾽ ἐφέται πλὴν τῶν ἐν Ἀρείῳ πάγῳ γιγνομένων, εἰσάγει δ᾽ ὁ βασιλεύς, καὶ δικάζουσιν ἐν ἱερῷ καὶ ὑπαίθριοι, καὶ ὁ βασιλεὺς ὅταν δικάζῃ περιαιρεῖται τὸν στέφανον. ὁ δὲ τὴν αἰτίαν ἔχων τὸν μὲν ἄλλον χρόνον εἴργεται τῶν ἱερῶν, καὶ οὐδ᾽ εἰς τὴν ἀγορὰν νόμος ἐμβαλεῖν αὐτῷ. τότε δ᾽ εἰς τὸ ἱερὸν εἰσελθὼν ἀπολογεῖται. ὅταν δὲ μὴ εἰδῇ τὸν ποιήσαντα, τῷ δράσαντι λαγχάνει, δικάζει δ᾽ ὁ βασιλεὺς καὶ οἱ φυλοβασιλεῖς, καὶ τὰς τῶν ἀψύχων καὶ τῶν ἄλλων ζῴων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.