previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κληροῦνται δὲ καὶ ἀγορανόμοι ι#, πέντε μὲν εἰς Πειραιέα, ε# δ᾽ εἰς ἄστυ. τούτοις δὲ ὑπὸ τῶν νόμων προστέτακται τῶν ὠνίων ἐπιμελεῖσθαι πάντων, ὅπως καθαρὰ καὶ ἀκίβδηλα πωλήσεται. [2]

κληροῦνται δὲ καὶ μετρονόμοι ι#, πέντε μὲν εἰς ἄστυ, ε# δὲ εἰς Πειραιέα. καὶ οὗτοι τῶν μέτρων καὶ τῶν σταθμῶν ἐπιμελοῦνται πάντων, ὅπως οἱ πωλοῦντες χρήσονται δικαίοις. [3]

ἦσαν δὲ καὶ σιτοφύλακες κληρωτοὶ ι#, πέντε μὲν εἰς Πειραιέα, πέντε δ᾽ εἰς ἄστυ, νῦν δ᾽ εἴκοσι μὲν εἰς ἄστυ, πεντεκαίδεκα δ᾽ εἰς Πειραιέα. οὗτοι δ᾽ ἐπιμελοῦνται, πρῶτον μὲν ὅπως ἐν ἀγορᾷ σῖτος ἀργὸς ὤνιος ἔσται δικαίως, ἔπειθ᾽ ὅπως οἵ τε μυλωθροὶ πρὸς τὰς τιμὰς τῶν κριθῶν τὰ ἄλφιτα πωλήσουσιν, καὶ οἱ ἀρτοπῶλαι πρὸς τὰς τιμὰς τῶν πυρῶν τοὺς ἄρτους, καὶ τὸν σταθμὸν ἄγοντας ὅσον ἂν οὗτοι τάξωσιν. γὰρ νόμος τούτους κελεύει τάττειν. [4]

ἐμπορίου δ᾽ ἐπιμελητὰς δέκα κληροῦσιν: τούτοις δὲ προστέτακται τῶν τ᾽ ἐμπορίων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ σιτικὸν ἐμπόριον τὰ δύο μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: