previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δοκιμάζει δὲ καὶ τοὺς ἵππους βουλή, κἂν μέν τις καλὸν ἵππον ἔχων κακῶς δοκῇ τρέφειν, ζημιοῖ τῷ σίτῳ: τοῖς δὲ μὴ δυναμένοις ἀκολουθεῖν, μὴ θέλουσι μένειν ἀλλ᾽ ἀνάγουσι, τροχὸν ἐπὶ τὴν γνάθον ἐπιβάλλει, καὶ τοῦτο παθὼν ἀδόκιμός ἐστι. δοκιμάζει δὲ καὶ τοὺς προδρόμους, οἵτινες ἂν αὐτῇ δοκῷσιν ἐπιτήδειοι προδρομεύειν εἶναι, κἄν τιν᾽ ἀποχειροτονήσῃ, καταβέβηκεν οὗτος. δοκιμάζει δὲ καὶ τοὺς ἁμίππους, κἄν τιν᾽ ἀποχειροτονήσῃ, πέπαυται μισθοφορῶν οὗτος. [2] τοὺς δ᾽ ἱππέας καταλέγουσι μὲν οἱ καταλογεῖς, οὓς ἂν δῆμος χειροτονήσῃ δέκα ἄνδρας: οὓς δ᾽ ἂν καταλέξωσι, παραδιδόασι τοῖς ἱππάρχοις καὶ φυλάρχοις, οὗτοι δὲ παραλαβόντες εἰσφέρουσι τὸν κατάλογον εἰς τὴν βουλήν, καὶ τὸν πίνακ᾽ ἀνοίξαντες, ἐν κατασεσημασμένα τὰ ὀνόματα τῶν ἱππέων ἐστί, τοὺς μὲν ἐξομνυμένους τῶν πρότερον ἐγγεγραμμένων μὴ δυνατοὺς εἶναι τοῖς σώμασιν ἱππεύειν ἐξαλείφουσι, τοὺς δὲ κατειλεγμένους καλοῦσι, κἂν μέν τις ἐξομόσηται μὴ δύνασθαι τῷ σώματι ἱππεύειν τῇ οὐσίᾳ, τοῦτον ἀφιᾶσιν, τὸν δὲ μὴ ἐξομνύμενον διαχειροτονοῦσιν οἱ βουλευταί, πότερον ἐπιτήδειός ἐστιν ἱππεύειν οὔ. κἂν μὲν χειροτονήσωσιν, ἐγγράφουσιν εἰς τὸν πίνακα, εἰ δὲ μή, καὶ τοῦτον ἀφιᾶσιν. [3]

ἔκρινεν δέ ποτε καὶ τὰ παραδείγματα καὶ τὸν πέπλον βουλή, νῦν δὲ τὸ δικαστήριον τὸ λαχόν: ἐδόκουν γὰρ οὗτοι καταχαρίζεσθαι τὴν κρίσιν. καὶ τῆς ποιήσεως τῶν Νικῶν καὶ τῶν ἄθλων τῶν εἰς τὰ Παναθήναια συνεπιμελεῖται μετὰ τοῦ ταμίου τῶν στρατιωτικῶν. [4]

δοκιμάζει δὲ καὶ τοὺς ἀδυνάτους βουλή: νόμος γάρ ἐστιν, ὃς κελεύει τοὺς ἐντὸς τριῶν μνῶν κεκτημένους καὶ τὸ σῶμα πεπηρωμένους, ὥστε μὴ δύνασθαι μηδὲν ἔργον ἐργάζεσθαι, δοκιμάζειν μὲν τὴν βουλήν, διδόναι δὲ δημοσίᾳ τροφὴν δύο ὀβολοὺς ἑκάστῳ τῆς ἡμέρας. καὶ ταμίας ἐστὶν αὐτοῖς κληρωτός.

συνδιοικεῖ δὲ καὶ ταῖς ἄλλαις ἀρχαῖς τὰ πλεῖσθ᾽ ὡς ἔπος εἰπεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: