previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


συνδιοικεῖ δὲ καὶ ταῖς ἄλλαις ἀρχαῖς τὰ πλεῖστα. πρῶτον μὲν γὰρ οἱ ταμίαι τῆς Ἀθηνᾶς εἰσὶ μὲν δέκα, κληροῦται δ᾽ εἷς ἐκ τῆς φυλῆς, ἐκ πεντακοσιομεδίμνων κατὰ τὸν Σόλωνος νόμονἔτι γὰρ νόμος κύριός ἐστιν), ἄρχει δ᾽ λαχὼν κἂν πάνυ πένης . παραλαμβάνουσι δὲ τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς. [2]

ἔπειθ᾽ οἱ πωληταὶ ι# μέν εἰσι, κληροῦται δ᾽ εἷς ἐκ τῆς φυλῆς. μισθοῦσι δὲ τὰ μισθώματα πάντα, καὶ τὰ μέταλλα πωλοῦσι καὶ τὰ τέλη μετὰ τοῦ ταμίου τῶν στρατιωτικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν ᾑρημένων ἐναντίον τῆς βουλῆς, καὶ κυροῦσιν ὅτῳ ἂν βουλὴ χειροτονήσῃ, καὶ τὰ πραθέντα μέταλλα, τά τ᾽ ἐργάσιμα τὰ εἰς τρία ἔτη πεπραμένα, καὶ τὰ συγκεχωρημένα τὰ εἰς ... ἔτη πεπραμένα. καὶ τὰς οὐσίας τῶν ἐξ Ἀρείου πάγου φευγόντων καὶ τῶν ἄλλων ἐναντίον τῆς βουλῆς πωλοῦσιν, κατακυροῦσι δ᾽ οἱ θ# ἄρχοντες. καὶ τὰ τέλη τὰ εἰς ἐνιαυτὸν πεπραμένα, ἀναγράψαντες εἰς λελευκωμένα γραμματεῖα τόν τε πριάμενον καὶ ὅσου ἂν πρίηται, τῇ βουλῇ παραδιδόασιν. [3] ἀναγράφουσιν δὲ χωρὶς μὲν οὓς δεῖ κατὰ πρυτανείαν ἑκάστην καταβάλλειν, εἰς δέκα γραμματεῖα, χωρὶς δὲ οὓς τρὶς τοῦ ἐνιαυτοῦ, γραμματεῖον κατὰ τὴν καταβολὴν ἑκάστην ποιήσαντες, χωρὶς δ᾽ οὓς ἐπὶ τῆς ἐνάτης πρυτανείας. ἀναγράφουσι δὲ καὶ τὰ χωρία καὶ τὰς οἰκίας τἀπογραφέντα καὶ πραθέντα ἐν τῷ δικαστηρίῳ: καὶ γὰρ ταῦθ᾽ οὗτοι πωλοῦσιν. ἔστι δὲ τῶν μὲν οἰκιῶν ἐν ε# ἔτεσιν ἀνάγκη τὴν τιμὴν ἀποδοῦναι, τῶν δὲ χωρίων ἐν δέκα: καταβάλλουσιν δὲ ταῦτα ἐπὶ τῆς ἐνάτης πρυτανείας. [4] εἰσφέρει δὲ καὶ βασιλεὺς τὰς μισθώσεις τῶν τεμενῶν, ἀναγράψας ἐν γραμματείοις λελευκωμένοις. ἔστι δὲ καὶ τούτων μὲν μίσθωσις εἰς ἔτη δέκα, καταβάλλεται δ᾽ ἐπὶ τῆς θ# πρυτανείας. διὸ καὶ πλεῖστα χρήματα ἐπὶ ταύτης συλλέγεται τῆς πρυτανείας. [5] εἰσφέρεται μὲν οὖν εἰς τὴν βουλὴν τὰ γραμματεῖα κατὰ τὰς καταβολὰς ἀναγεγραμμένα, τηρεῖ δ᾽ δημόσιος: ὅταν δ᾽ χρημάτων καταβολή, παραδίδωσι τοῖς ἀποδέκταις αὐτὰ ταῦτα καθελὼν ἀπὸ τῶν ἐπιστυλίων, ὧν ἐν ταύτῃ τῇ ἡμέρᾳ δεῖ τὰ χρήματα καταβληθῆναι καὶ ἀπαλειφθῆναι: τὰ δ᾽ ἄλλα ἀπόκειται χωρίς, ἵνα μὴ προεξαλειφθῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (2 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 7.144
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: