Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον; Τροφός
ἦ πῶς; λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον. Χορός
εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ. Τροφός
ἄγειν κελεύει δορυφόρους ὀπάονας. Χορός
770μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει:
ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
ἄνωχθ᾽ ὅσον τάχιστα γηθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος. Τροφός
ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις; Χορός
775ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ. Τροφός
καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων. Χορός
οὔπω: κακός γε μάντις ἂν γνοίη τάδε. Τροφός
τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα; Χορός
ἄγγελλ᾽ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
780μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι. Τροφός
ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.