previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
480αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.

Ἠλέκτρα

κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,
φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον.

Ὀρέστης

οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
κτιζοίατ᾽: εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσῃ
485ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.

Ἠλέκτρα

κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους:
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.

Ὀρέστης

Γαῖ᾽, ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην.

Ἠλέκτρα

490 Περσέφασσα, δὸς δ᾽ ἔτ᾽ εὔμορφον κράτος.

Ὀρέστης

μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.

Ἠλέκτρα

μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισαν.

Ὀρέστης

πέδαις δ᾽ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.

Ἠλέκτρα

αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.

Ὀρέστης

495ἆρ᾽ ἐξεγείρῃ τοῖσδ᾽ ὀνείδεσιν, πάτερ;

Ἠλέκτρα

ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;

Ὀρέστης

ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.

Ἠλέκτρα

500καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ,
ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ:
οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον,
καὶ μὴ 'ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε
οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών:
505παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
θανόντι: φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον,
τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.
αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Herbert Weir Smyth, Ph. D., 1926)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 128
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: