previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄγγελος

Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,
40ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,
αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων:
ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
45Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον
ὡρκωμότησαν πόλει κατασκαφὰς
θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
γῆν θανόντες τήνδε φυράσειν φόνῳ:
μνημεῖά θ᾽ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
50πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
λείβοντες: οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.
σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται:
55κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν
ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος:
ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
60χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς
χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
Ἄρεως: βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ:
65καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ:
κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.

Ἐτεοκλής

Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
70Ἀρά τ᾽ Ἐρινὺς πατρὸς μεγασθενής,
μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους:
ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
75ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν:
γένεσθε δ᾽ ἀλκή: ξυνὰ δ᾽ ἐλπίζω λέγειν:
πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Herbert Weir Smyth, Ph. D., 1926)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 1110-1185
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: