previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κράτος

εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;

Ἥφαιστος

τὸ συγγενές τοι δεινὸν θ᾽ ὁμιλία.

Κράτος

40σύμφημ᾽: ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;

Ἥφαιστος

αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.

Κράτος

ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ
τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.

Ἥφαιστος

45 πολλὰ μισηθεῖσα χειρωναξία.

Κράτος

τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.

Ἥφαιστος

ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.

Κράτος

ἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν:
50ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.

Ἥφαιστος

ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.

Κράτος

οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ;

Ἥφαιστος

καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.

Κράτος

55βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.

Ἥφαιστος

περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.

Κράτος

ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.

Ἥφαιστος

60ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Herbert Weir Smyth, Ph. D., 1926)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: