previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὧν δ᾽ ἕνεκα νῦν ὑπήχθην ταῦτα προειπεῖνοὐ γὰρ δὴ τὴν ἄλλως γέ μοι προὔκειτο μετρικῶν καὶ ῥυθμικῶν ἅπτεσθαι θεωρημάτων, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκα), ταῦτ᾽ ἐστίν, ὅτι διὰ μὲν τῶν γενναίων καὶ ἀξιωματικῶν καὶ μέγεθος ἐχόντων ῥυθμῶν ἀξιωματικὴ γίνεται σύνθεσις καὶ γενναία καὶ μεγαλοπρεπής, διὰ δὲ τῶν ἀγεννῶν τε καὶ ταπεινῶν ἀμεγέθης τις καὶ ἄσεμνος, ἐάν τε καθ᾽ ἑαυτοὺς ἕκαστοι τούτων λαμβάνωνται τῶν ῥυθμῶν, ἐάν τε ἀλλήλοις κατὰ τὰς ὁμοζυγίας συμπλέκωνται. δῆλον. εἰ μὲν οὖν ἔσται δύναμις ἐξ ἁπάντων κρατίστων ῥυθμῶν συνθεῖναι τὴν λέξιν, ἔχοι ἂν ἡμῖν κατ᾽ εὐχήν: εἰ δ᾽ ἀναγκαῖον εἴη μίσγειν [p. 74] τοῖς κρείττοσι τοὺς χείρονας, ὡς ἐπὶ πολλῶν γίνεταιτὰ γὰρ ὀνόματα κεῖται τοῖς πράγμασιν ὡς ἔτυχεν), οἰκονομεῖν αὐτὰ χρὴ φιλοτέχνως καὶ διακλέπτειν τῇ χάριτι τῆς συνθέσεως τὴν ἀνάγκην ἄλλως τε καὶ πολλὴν τὴν ἄδειαν ἔχοντας: οὐ γὰρ ἀπελαύνεται ῥυθμὸς οὐδεὶς ἐκ τῆς ἀμέτρου λέξεως, ὥσπερ ἐκ τῆς ἐμμέτρου.

μαρτύρια δὲ ὧν εἴρηκα παραθεῖναι λοιπόν, ἵνα μοι καὶ πίστιν λόγος λάβῃ. ἔσται δ᾽ ὀλίγα περὶ πολλῶν. φέρε δή, τίς οὐκ ἂν ὁμολογήσειεν ἀξιωματικῶς τε συγκεῖσθαι καὶ μεγαλοπρεπῶς τὴν Θουκυδίδου λέξιν τὴν ἐν τῷ ἐπιταφίῳ ταύτην: ‘οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν’. τί οὖν ἐστιν πεποίηκε ταύτην μεγαλοπρεπῆ τὴν σύνθεσιν; τὸ ἐκ τοιούτων συγκεῖσθαι ῥυθμῶν τὰ κῶλα. τρεῖς μὲν γὰρ οἱ τοῦ πρώτου προηγούμενοι κώλου σπονδεῖοι πόδες εἰσίν, δὲ τέταρτος ἀνάπαιστος, δὲ μετὰ τοῦτον αὖθις σπονδεῖος, ἔπειτα κρητικός, ἅπαντες [p. 75] ἀξιωματικοί. καὶ τὸ μὲν πρῶτον κῶλον διὰ ταῦτ᾽ ἐστὶ σεμνόν: τὸ δὲ ἑξῆς τουτίἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδεδύο μὲν ὑποβακχείους ἔχει τοὺς πρώτους πόδας, κρητικὸν δὲ τὸν τρίτον, εἶτ᾽ αὖθις ὑποβακχείους δύο καὶ συλλαβὴν ὑφ᾽ ἧς τελειοῦται τὸ κῶλον: ὥστ᾽ εἰκότως σεμνόν ἐστι καὶ τοῦτο ἐκ τῶν εὐγενεστάτων τε καὶ καλλίστων ῥυθμῶν συγκείμενον. τὸ δὲ δὴ τρίτον κῶλονὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόνἄρχεται μὲν ἀπὸ τοῦ κρητικοῦ ποδός, δεύτερον δὲ λαμβάνει τὸν ἀνάπαιστον καὶ τρίτον σπονδεῖον καὶ τέταρτον αὖθις ἀνάπαιστον, εἶτα δύο τοὺς ἑξῆς δακτύλους, καὶ σπονδείους δύο τοὺς τελευταίους, εἶτα κατάληξιν. εὐγενὲς δὴ καὶ τοῦτο διὰ τοὺς πόδας γέγονεν. τὰ πλεῖστα δ᾽ ἐστὶ παρὰ Θουκυδίδῃ τοιαῦτα, μᾶλλον δὲ ὀλίγα τὰ μὴ οὕτως ἔχοντα, ὥστ᾽ εἰκότως ὑψηλὸς εἶναι δοκεῖ καὶ καλλιεπὴς ὡς εὐγενεῖς ἐπάγων ῥυθμούς.

τὴν δὲ δὴ Πλατωνικὴν λέξιν ταυτηνὶ τίνι ποτὲ ἄλλῳ κοσμηθεῖσαν οὕτως ἀξιωματικὴν εἶναι φαίη τις ἂν καὶ καλήν, εἰ μὴ τῷ συγκεῖσθαι διὰ τῶν καλλίστων τε καὶ ἀξιολογωτάτων ῥυθμῶν; ἔστι γὰρ δὴ τῶν πάνυ [p. 76] φανερῶν καὶ περιβοήτων, κέχρηται ἀνὴρ κατὰ τὴν τοῦ ἐπιταφίου ἀρχήν: ‘ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσιν τὰ προσήκοντα σφίσιν αὐτοῖς: ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν’. ἐν τούτοις δύο μέν ἐστιν συμπληροῖ τὴν περίοδον κῶλα, ῥυθμοὶ δὲ οἱ ταῦτα διαλαμβάνοντες οἵδε: βακχεῖος μὲν πρῶτος: οὐ γὰρ δή γε ὡς ἰαμβικὸν ἀξιώσαιμ᾽ ἂν ἔγωγε τὸ κῶλον τουτὶ ῥυθμίζειν ἐνθυμούμενος ὅτι οὐκ ἐπιτροχάλους καὶ ταχεῖς ἀλλ᾽ ἀναβεβλημένους καὶ βραδεῖς τοῖς οἰκτιζομένοις προσῆκεν ἀποδίδοσθαι τοὺς χρόνους: σπονδεῖος δ᾽ δεύτερος: δ᾽ ἑξῆς δάκτυλος διαιρουμένης τῆς συναλοιφῆς: εἶθ᾽ μετὰ τοῦτον σπονδεῖος: δ᾽ ἑξῆς μᾶλλον κρητικὸς ἀνάπαιστος: ἔπειθ᾽, ὡς ἐμὴ δόξα, σπονδεῖος: δὲ τελευταῖος ὑποβάκχειος, εἰ δὲ βούλεταί τις, ἀνάπαιστος: εἶτα κατάληξις. τούτων τῶν ῥυθμῶν οὐδεὶς ταπεινὸς οὐδὲ ἀγεννής. τοῦ δὲ ἑξῆς κώλου τουδίὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείανδύο μέν εἰσιν οἱ πρῶτοι πόδες κρητικοί, σπονδεῖοι δὲ οἱ μετὰ τούτους δύο: μεθ᾽ οὓς αὖθις κρητικός, ἔπειτα τελευταῖος ὑποβάκχειος. ἀνάγκη δὴ τὸν ἐξ ἁπάντων συγκείμενον καλῶν ῥυθμῶν [p. 77] καλὸν εἶναι λόγον. μυρία τοιαῦτ᾽ ἔστιν εὑρεῖν καὶ παρὰ Πλάτωνι. γὰρ ἀνὴρ ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος, καὶ εἴ γε δεινὸς ἦν οὕτως ἐκλέξαι τὰ ὀνόματα ὡς συνθεῖναι περιττός, καί νύ κεν παρέλασσεν τὸν Δημοσθένη κάλλους ἑρμηνείας ἕνεκεν, ἀμφήριστον ἔθηκεν. νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ ἐγκατάσκευον διώκῃ φράσιν, ὑπὲρ ὧν ἑτέρωθί μοι δηλοῦται σαφέστερον. συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία, καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος.

ἑνὸς ἔτι παραθήσομαι λέξιν, τὰ ἀριστεῖα τῆς ἐν λόγοις δεινότητος ἀποδίδωμι. ὅρος γὰρ δή τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως Δημοσθένης. ἐν δὴ τῷ περὶ τοῦ στεφάνου λόγῳ τρία μέν [p. 78] ἐστιν τὴν πρώτην περίοδον συμπληροῖ κῶλα, οἱ δὲ ταῦτα καταμετροῦντες οἵδέ εἰσιν ῥυθμοί: ‘πρῶτον μέν, ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις’. ἄρχει δὲ τοῦ κώλου βακχεῖος ῥυθμός, ἔπειθ᾽ ἕπεται σπονδεῖος, εἶτ᾽ ἀνάπαιστός τε καὶ μετὰ τοῦτον ἕτερος σπονδεῖος, εἶθ᾽ ἑξῆς κρητικοὶ τρεῖς, σπονδεῖος δ᾽ τελευταῖος. τοῦ δὲ δευτέρου κώλου τοῦδεὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖνπρῶτος μὲν ὑποβάκχειός ἐστι πούς, εἶτα βακχεῖος, εἰ δὲ βούλεταί τις, δάκτυλος: εἶτα κρητικός: μεθ᾽ οὕς εἰσι δύο σύνθετοι πόδες οἱ καλούμενοι παιᾶνες: οἷς ἕπεται μολοττὸς βακχεῖος, ἐγχωρεῖ γὰρ ἑκατέρως αὐτὸν διαιρεῖν: τελευταῖος δὲ σπονδεῖος. τοῦ δὲ τρίτου κώλου τοῦδετοσαύτην ὑπάρξαι μοι παρ᾽ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶναἄρχουσι μὲν ὑποβάκχειοι δύο, ἕπεται δὲ κρητικός, συνῆπται σπονδεῖος: εἶτ᾽ αὖθις βακχεῖος κρητικός, [p. 79] καὶ τελευταῖος πάλιν κρητικός, εἶτα κατάληξις. τί οὖν ἐκώλυε καλὴν ἁρμονίαν εἶναι λέξεως, ἐν μήτε πυρρίχιός ἐστι ποὺς μήτε ἰαμβικὸς μήτε ἀμφίβραχυς μήτε τῶν χορείων τροχαίων μηδείς; καὶ οὐ λέγω τοῦτο, ὅτι τῶν ἀνδρῶν ἐκείνων ἕκαστος οὐ κέχρηταί ποτε καὶ τοῖς ἀγεννεστέροις ῥυθμοῖςκέχρηται γάρ), ἀλλ᾽ εὖ συγκεκρύφασιν αὐτοὺς καὶ συνυφάγκασι διαλαβόντες τοῖς κρείττοσι τοὺς χείρονας.

οἷς δὲ μὴ ἐγένετο πρόνοια τούτου τοῦ μέρους, οἳ μὲν ταπεινάς, οἳ δὲ κατακεκλασμένας, οἳ δ᾽ ἄλλην τινὰ αἰσχύνην καὶ ἀμορφίαν ἐχούσας ἐξήνεγκαν τὰς γραφάς. ὧν ἐστι πρῶτός τε καὶ μέσος καὶ τελευταῖος Μάγνης σοφιστὴς Ἡγησίας: ὑπὲρ οὗ μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς ἅπαντας οὐκ οἶδα τί χρὴ λέγειν, πότερα τοσαύτη περὶ αὐτὸν ἀναισθησία καὶ παχύτης ἦν ὥστε μὴ συνορᾶν, οἵτινές εἰσιν ἀγεννεῖς εὐγενεῖς ῥυθμοί, τοσαύτη θεοβλάβεια καὶ διαφθορὰ τῶν φρενῶν ὥστ᾽ εἰδότα τοὺς κρείττους ἔπειτα αἱρεῖσθαι τοὺς χείρονας, καὶ μᾶλλον πείθομαι: ἀγνοίας μὲν γάρ ἐστι καὶ τὸ κατορθοῦν πολλαχῇ, προνοίας δὲ τὸ μηδέποτε. ἐν γοῦν ταῖς τοσαύταις γραφαῖς, αἷς καταλέλοιπεν ἀνήρ, μίαν οὐκ ἂν εὕροι τις [p. 80] σελίδα συγκειμένην εὐτυχῶς. ἔοικεν δὴ ταῦτα ὑπολαβεῖν ἐκείνων κρείττω καὶ μετὰ σπουδῆς αὐτὰ ποιεῖν, εἰς δι᾽ ἀνάγκην ἐμπεσὼν ἄν τις ἐν λόγῳ σχεδίῳ δι᾽ αἰσχύνης θεῖτο φρόνημα ἔχων ἀνήρ. θήσω δὲ καὶ τούτου λέξιν ἐκ τῆς ἱστορίας, ἵνα σοι γένηται δῆλον ἐκ τῆς ἀντιπαραθέσεως, ὅσην μὲν ἀξίωσιν ἔχει τὸ εὐγενὲς ἐν ῥυθμοῖς, ὅσην δ᾽ αἰσχύνην τὸ ἀγεννές. ἔστιν δ᾽ λαμβάνει πρᾶγμα σοφιστὴς τοιόνδε. Ἀλέξανδρος πολιορκῶν Γάζαν χωρίον τι τῆς Συρίας πάνυ ἐχυρὸν τραυματίας τε γίνεται κατὰ τὴν προσβολὴν καὶ τὸ χωρίον αἱρεῖ χρόνῳ. φερόμενος δ᾽ ὑπ᾽ ὀργῆς τούς τ᾽ ἐγκαταληφθέντας ἀποσφάττει πάντας, ἐπιτρέψας τοῖς Μακεδόσι τὸν ἐντυχόντα κτείνειν, καὶ τὸν ἡγεμόνα αὐτῶν αἰχμάλωτον λαβών, ἄνδρα ἐν ἀξιώματι καὶ τύχης καὶ εἴδους, ἐξ ἁρματείου δίφρου δῆσαι κελεύσας ζῶντα καὶ τοὺς ἵππους ἐλαύνειν ἀνὰ κράτος ἐν τῇ πάντων ὄψει διαφθείρει. τούτων οὐκ ἂν ἔχοι τις εἰπεῖν δεινότερα πάθη οὐδ᾽ ὄψει φοβερώτερα πῶς δὴ ταῦτα ἡρμήνευκεν σοφιστής, ἄξιον ἰδεῖν, πότερα σεμνῶς καὶ ὑψηλῶς ταπεινῶς καὶ καταγελάστως.

δὲ βασιλεὺς ἔχων τὸ σύνταγμα προηγεῖτο. καί [p. 81] πως ἐβεβούλευτο τῶν πολεμίων τοῖς ἀρίστοις, ἀπαντᾶν ἐπιόντι: τοῦτο γὰρ ἔγνωστο, κρατήσασιν ἑνὸς συνεκβαλεῖν καὶ τὸ πλῆθος. μὲν οὖν ἐλπὶς αὕτη συνέδραμεν εἰς τόλμαν, ὥστ᾽ Ἀλέξανδρον μηδέποτε κινδυνεῦσαι πρότερον οὕτως. ἀνὴρ γὰρ τῶν πολεμίων εἰς γόνατα συγκαμφθεὶς ἔδοξεν τοῦτ᾽ Ἀλεξάνδρῳ τῆς ἱκετείας ἕνεκα πρᾶξαι. προσέμενος δ᾽ ἐγγὺς μικρὸν ἐκνεύει τὸ ξίφος ἐνέγκαντος ἐπὶ τὰ πτερύγια τοῦ θώρακος, ὥστε γενέσθαι τὴν πληγὴν οὐ καιριωτάτην. ἀλλὰ τὸν μὲν αὐτὸς ἀπώλεσεν κατὰ κεφαλῆς τύπτων τῇ μαχαίρᾳ, τοὺς δ᾽ ἄλλους ὀργὴ πρόσφατος ἐπίμπρα. οὕτως ἄρα ἑκάστου τὸν ἔλεον ἐξέστησεν τοῦ τολμήματος ἀπόνοια τῶν μὲν ἰδόντων, τῶν δ᾽ ἀκουσάντων, ὥσθ᾽ ἑξακισχιλίους ὑπὸ τὴν σάλπιγγα ἐκείνην τῶν βαρβάρων κατακοπῆναι. τὸν μέντοι Βαῖτιν αὐτὸν ἀνήγαγον ζῶντα Λεόνατος καὶ Φιλωτᾶς. ἰδὼν δὲ πολύσαρκον καὶ μέγαν καὶ βλοσυρωπόνμέλας γὰρ ἦν καὶ τὸ χρῶμα), [p. 82] μισήσας ἐφ᾽ οἷς ἐβεβούλευτο καὶ τὸ εἶδος ἐκέλευσεν διὰ τῶν ποδῶν χαλκοῦν ψάλιον διείραντας ἕλκειν κύκλῳ γυμνόν. πιλούμενος δὲ κακοῖς περὶ πολλὰς τραχύτητας ἔκραζεν. αὐτὸ δ᾽ ἦν, λέγω, τὸ συνάγον ἀνθρώπους. ἐπέτεινε μὲν γὰρ πόνος, βάρβαρον δ᾽ ἐβόα, δεσπότην καθικετεύων: γελᾶν δὲ σολοικισμὸς ἐποίει. τὸ δὲ στέαρ καὶ τὸ κύτος τῆς σαρκὸς ἀνέφαινε Βαβυλώνιον ζῷον ἕτερον ἁδρόν. μὲν οὖν ὄχλος ἐνέπαιζε, στρατιωτικὴν ὕβριν ὑβρίζων εἰδεχθῆ καὶ τῷ τρόπῳ σκαιὸν ἐχθρόν’.

ἆρά γε ὅμοια ταῦτ᾽ ἐστὶ τοῖς Ὁμηρικοῖς ἐκείνοις, ἐν οἷς Ἀχιλλεύς ἐστιν αἰκιζόμενος Ἕκτορα μετὰ τὴν τελευτήν; καίτοι τό γε πάθος ἐκεῖνο ἔλαττον: εἰς ἀναίσθητον γὰρ σῶμα ὕβρις: ἀλλ᾽ ὅμως ἄξιον ἐστὶν ἰδεῖν, ὅσῳ διενήνοχεν ποιητὴς τοῦ σοφιστοῦ:


ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα:
ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ᾽ ἐξῆπτεν ἱμάντας, [p. 83]
ἐκ δίφροιο δ᾽ ἔδησε: κάρη δ᾽ ἕλκεσθαι ἔασεν.
ἐς δίφρον δ᾽ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε᾽ ἀείρας
μάστιξεν δ᾽ ἐλάαν: τὼ δ᾽ οὐκ ἄκοντε πετέσθην.
τοῦ δ᾽ ἦν ἑλκομένοιο κονίσαλος: ἀμφὶ δὲ χαῖται
κυάνεαι πίμπλαντο, κάρη δ᾽ ἅπαν ἐν κονίῃσι
κεῖτο πάρος χαρίεν: τότε δὲ Ζεὺς δυσμενέεσσι
δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
ὡς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν: δέ νυ μήτηρ
τῖλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
τηλόσε: κώκυσεν δὲ μάλα μέγα παῖδ᾽ ἐσιδοῦσα.
ᾤμωξεν δ᾽ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
κωκυτῷ τ᾽ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
τῷ δὲ μάλιστ᾽ ἂρ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα
Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ᾽ ἄκρης.
οὕτως εὐγενὲς σῶμα καὶ δεινὰ πάθη λέγεσθαι προσῆκεν ὑπ᾽ ἀνδρῶν φρόνημα καὶ νοῦν ἐχόντων. ὡς δὲ Μάγνης εἴρηκεν, ὑπὸ γυναικῶν κατεαγότων ἀνθρώπων λέγοιτ᾽ ἂν καὶ οὐδὲ τούτων μετὰ σπουδῆς, ἀλλ᾽ ἐπὶ χλευασμῷ καὶ καταγέλωτι. τί οὖν αἴτιον ἦν ἐκείνων μὲν τῶν ποιημάτων τῆς εὐγενείας, τούτων δὲ τῶν φλυαρημάτων τῆς ταπεινότητος; τῶν ῥυθμῶν [p. 84] διαφορὰ πάντων μάλιστα, καὶ εἰ μὴ μόνη. ἐν ἐκείνοις μὲν γὰρ οὐδεὶς ἄσεμνος στίχος ἀδόκιμος, ἐνταῦθα δὲ οὐδεμία περίοδος ἥτις οὐ λυπήσει.

εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν ὅσην δύναμιν ἔχουσιν, ἐπὶ τὰ λειπόμενα μεταβήσομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: