Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔχει δὲ καὶ τὴν ἐνάργειαν πολλὴν ἡ Λυσίου λέξις.
αὕτη δ᾽ ἐστὶ δύναμίς τις ὑπὸ τὰς αἰσθήσεις ἄγουσα
τὰ λεγόμενα, γίγνεται δ᾽ ἐκ τῆς τῶν παρακολουθούντων
λήψεως. ὁ δὴ προσέχων τὴν διάνοιαν τοῖς Λυσίου
λόγοις οὐχ οὕτως ἔσται σκαιὸς ἢ δυσάρεστος ἢ βραδὺς
τὸν νοῦν, ὃς οὐχ ὑπολήψεται γινόμενα τὰ δηλούμενα
ὁρᾶν. καὶ ὥσπερ παροῦσιν οἷς ἂν ὁ ῥήτωρ εἰσάγῃ
[p. 15]
προσώποις ὁμιλεῖν. ἐπιζητήσει τε οὐθέν, οἷον εἰκὸς
τοὺς μὲν ἂν δρᾶσαι, τοὺς δὲ παθεῖν, τοὺς δὲ διανοηθῆναι,
τοὺς δὲ εἰπεῖν. κράτιστος γὰρ δὴ πάντων
ἐγένετο ῥητόρων φύσιν ἀνθρώπων κατοπτεῦσαι καὶ
τὰ προσήκοντα ἑκάστοις ἀποδοῦναι πάθη τε καὶ ἤθη καὶ ἔργα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.