previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἑτέραν δὲ καὶ οὐδὲν ἐλάττονα ταύτης, ἣν πολλοὶ μὲν ἐζήλωσαν τῶν κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων, οὐδεὶς δὲ βεβαιότερον ἀπεδείξατο: τίς δ᾽ ἔστιν αὕτη; διὰ τῶν κυρίων τε καὶ κοινῶν καὶ ἐν μέσῳ κειμένων ὀνομάτων ἐκφέρουσα τὰ νοούμενα ἑρμηνεία. ἥκιστα γὰρ ἄν τις εὕροι Λυσίαν τροπικῇ φράσει χρησάμενον. καὶ οὐκ ἐπὶ τούτῳ μόνον ἐπαινεῖν αὐτὸν ἄξιον, ἀλλ᾽ ὅτι καὶ σεμνὰ καὶ περιττὰ καὶ μεγάλα φαίνεσθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις χρώμενος ὀνόμασι καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆς. τοῖς δὲ προτέροις οὐχ αὕτη δόξα ἦν, ἀλλὰ βουλόμενοι κόσμον τινὰ προσεῖναι τοῖς λόγοις ἐξήλλαττον τὸν ἰδιώτην καὶ κατέφευγον εἰς τὴν ποιητικὴν φράσιν, μεταφοραῖς τε πολλαῖς χρώμενοι καὶ ὑπερβολαῖς καὶ ταῖς ἄλλαις τροπικαῖς ἰδέαις, ὀνομάτων τε γλωττηματικῶν καὶ ξένων χρήσει καὶ τῶν οὐκ εἰωθότων σχηματισμῶν τῇ διαλλαγῇ καὶ τῇ ἄλλῃ καινολογίᾳ καταπληττόμενοι τὸν ἰδιώτην. δηλοῖ δὲ τοῦτο Γοργίας. τε Λεοντῖνος, ἐν πολλοῖς πάνυ φορτικήν τε καὶ ὑπέρογκον [p. 11] ποιῶν τὴν κατασκευὴν καὶοὐ πόρρω διθυράμβων τινῶνἔνια φθεγγόμενος, καὶ τῶν ἐκείνου συνουσιαστῶν οἱ περὶ Λικύμνιόν τε καὶ Πῶλον. ἥψατο δὲ καὶ τῶν Ἀθήνησι ῥητόρων ποιητική τε καὶ τροπικὴ φράσις, ὡς μὲν Τίμαιός φησι, Γοργίου ἄρξαντος ἡνίκ᾽ Ἀθήναζε πρεσβεύων κατεπλήξατο τοὺς ἀκούοντας τῇ δημηγορίᾳ, ὡς δὲ τἀληθὲς ἔχει, τὸ καὶ παλαιότερον αἰεί τι θαυμαζομένη. Θουκυδίδης γοῦν δαιμονιώτατος τῶν συγγραφέων ἔν τε τῷ ἐπιταφίῳ καὶ ἐν ταῖς δημηγορίαις ποιητικῇ κατασκευῇ χρησάμενος ἐν πολλοῖς ἐξήλλαξε τὴν ἑρμηνείαν εἰς ὄγκον ἅμα καὶ κόσμον ὀνομάτων ἀηθέστερον. Λυσίας δὲ τοιοῦτον οὐδὲν ἤσκησεν ἔν γ᾽ οὖν τοῖς σπουδῇ γραφομένοις δικανικοῖς λόγοις καὶ συμβουλευτικοῖς ποιῆσαι, πλὴν εἴ τι μικρὸν ἐν τοῖς πανηγυρικοῖς: περὶ γὰρ δὴ τῶν ἐπιστολικῶν αὐτοῦ καὶ ἑταιρικῶν καὶ τῶν ἄλλων, οὓς μετὰ παιδιᾶς ἔγραψεν, οὐδὲν δέομαι λέγειν. ὁμοίως δὲ τοῖς ἰδιώταις διαλέγεσθαι δοκῶν πλεῖστον ὅσον ἰδιώτου διαφέρει καὶ ἔστι ποιητὴς κράτιστος λόγων, λελυμένης ἐκ τοῦ μέτρου λέξεως ἰδίαν τινὰ λόγων εὑρηκὼς ἁρμονίαν, [p. 12] τὰ ὀνόματα κοσμεῖ τε καὶ ἡδύνει μηδὲν ἔχοντα ὀγκῶδες μηδὲ φορτικόν. ταύτην δευτέραν τὴν ἀρετὴν κελεύω παρὰ τοῦ ῥήτορος τούτου λαμβάνειν, εἴ τινες ἀξιοῦσι τὸν αὐτὸν ἐκείνῳ διαλέγεσθαι τρόπον. ἐγένοντο μὲν οὖν πολλοὶ τῆς προαιρέσεως ταύτης ζηλωταὶ συγγραφεῖς τε καὶ ῥήτορες, ἔγγιστα δὲ αὐτῆς μετὰ Λυσίαν ἥψατο τῶν πρεσβυτέρων νέος ἐπακμάσας Ἰσοκράτης, καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν προσωτέρῳ τούτων σκοπῶν ἑτέρους ῥήτορας ἰσχὺν καὶ δύναμιν τοσαύτην ἐν ὀνόμασι κυρίοις καὶ κοινοῖς ἀποδειξαμένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: