Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστι δή τις αὐτῷ πανηγυρικὸς λόγος, ἐν ᾧ πείθει
τοὺς Ἕλληνας ἀγομένης Ὀλυμπίασι τῆς πανηγύρεως
[p. 46]
ἐκβάλλειν Διονύσιον τὸν τύραννον ἐκ τῆς ἀρχῆς καὶ
Σικελίαν ἐλευθερῶσαι ἄρξασθαί τε τῆς ἔχθρας αὐτίκα
μάλα, διαρπάσαντας τὴν τοῦ τυράννου σκηνὴν χρυσῷ
τε καὶ πορφύρᾳ καὶ ἄλλῳ πλούτῳ πολλῷ κεκοσμημένην.
ἔπεμψε γὰρ δὴ θεωροὺς εἰς τὴν πανήγυριν ὁ
Διονύσιος ἄγοντας θυσίαν τῷ θεῷ, μεγαλοπρεπής τε
καταγωγὴ τῶν θεωρῶν ἐγένετο ἐν τῷ τεμένει καὶ
πολυτελής, ἵνα θαυμασθείη μᾶλλον ὁ τύραννος ὑπὸ
τῆς Ἑλλάδος. ταύτην λαβὼν τὴν ὑπόθεσιν τοιαύτην
πεποίηται τὴν ἀρχὴν τοῦ λόγου:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.