previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φημὶ δὴ πάντων δεξιώτατον εἶναι τὸν ῥήτορα κατὰ τὰς εἰσβολὰς τῶν λόγων καὶ χαριέστατον, ἐννοούμενος, ὅτι ἄρξασθαι μὲν καλῶς οὐ ῥᾴδιόν ἐστιν, εἰ δή τις τῇ προσηκούσῃ χρῆσθαι βούλοιτο ἀρχῇ καὶ μὴ τὸν ἐπιτυχόντα λόγον εἰπεῖνοὐ γὰρ τὸ πρῶτον ῥηθέν, ἀλλ᾽ τοῦ προτεθέντος λόγου μηδαμοῦ μᾶλλον ἐπὶ πρώτου ὠφελήσειε, τοῦτο ἀρχή τε καὶ προοίμιον”, ὁρῶν δὲ τὸν ῥήτορα πᾶσι κεχρημένον, οἷς τέχναι τε [p. 28] παραγγέλλουσι καὶ τὰ πράγματα βούλεται. τότε μὲν γὰρ ἀπὸ τοῦ ἰδίου ἐπαίνου λέγων αὐτὸς ἄρχεται, τότε δὲ ἀπὸ τῆς διαβολῆς τοῦ ἀντιδίκου, εἰ δὲ τύχοι αὐτὸς προδιαβληθείς, τὰς αἰτίας πρῶτον ἀπολύεται τὰς καθ᾽ αὑτοῦ: τότε δὲ τοὺς δικαστὰς ἐπαινῶν καὶ θεραπεύων οἰκείους ἑαυτῷ τε καὶ τῷ πράγματι καθίστησι, τότε δὲ τὴν ἀσθένειαν τὴν ἰδίαν καὶ τὴν πλεονεξίαν τὴν τοῦ ἀντιδίκου καὶ τὸ μὴ περὶ τῶν ἴσων ἀμφοτέροις εἶναι τὸν ἀγῶνα ὑποδείκνυσι: τότε δὲ ὡς κοινὰ τὰ πράγματα καὶ ἀναγκαῖα πᾶσι καὶ οὐκ ἄξια ὑπὸ τῶν ἀκουόντων ἀμελεῖσθαι λέγει, τότε δὲ ἄλλο τι κατασκευάζεται τῶν δυναμένων αὐτὸν μὲν ὠφελῆσαι, τὸν δὲ ἀντίδικον ἐλαττῶσαι. ταῦτα δὲ συντόμως καὶ ἀφελῶς διανοίαις τε χρησταῖς καὶ γνώμαις εὐκαίροις καὶ ἐνθυμήμασι μετρίοις περιλαβὼν ἐπὶ τὴν πρόθεσιν ἐπείγεται, δι᾽ ἧς τὰ μέλλοντα ἐν ταῖς ἀποδείξεσι λέγεσθαι προειπὼν καὶ τὸν ἀκροατὴν παρασκευάσας εὐμαθῆ πρὸς τὸν μέλλοντα λόγον ἐπὶ τὴν διήγησιν καθίσταται: καὶ ἔστι μεθόριον αὐτῷ ἑκατέρας τῶν ἰδεῶν ὡς τὰ πολλὰ πρόθεσις, ἤδη δέ ποτε καὶ ἀπὸ μόνης ταύτης ἤρξατο. καὶ ἀπροοιμιάστως ποτὲ εἰσέβαλε τὴν διήγησιν ἀρχὴν λαβών. καὶ οὐκ ἄψυχος οὐδ᾽ ἀκίνητός ἐστι περὶ ταύτην τὴν ἰδέαν: μάλιστα δ᾽ ἄν τις αὐτοῦ θαυμάσειε τὴν [p. 29] ἐν τοῖς προοιμίοις δύναμιν, ἐνθυμηθεὶς ὅτι διακοσίων οὐκ ἐλάττους δικανικοὺς γράψας λόγους ἐν οὐδενὶ πέφηνεν οὔτε ἀπιθάνως προοιμιαζόμενος οὔτε ἀπηρτημένῃ τῶν πραγμάτων ἀρχῇ χρώμενος, ἀλλ᾽ οὐδὲ τοῖς ἐνθυμήμασιν ἐπιβέβληκε τοῖς αὐτοῖς οὐδ᾽ ἐπὶ τὰς αὐτὰς κατενήνεκται διανοίας. καίτοι γε τοῦτο καὶ οἱ λόγους ὀλίγους γράψαντες εὑρίσκονται πεπονθότες, λέγω δὲ τὸ τοῖς αὐτοῖς ἐπιβαλεῖν τόποις: ἐῶ γὰρ ὅτι καὶ τὰ παρ᾽ ἑτέροις εἰρημένα λαμβάνοντες ὀλίγου δεῖν πάντες οὐκ ἐν αἰσχύνῃ τίθενται τὸ ἔργον. οὑτοσὶ δὲ καινὸς ῥήτωρ ἐστὶ καθ᾽ ἕκαστον τῶν λόγων κατά γε οὖν τὰς εἰσβολὰς καὶ τὰ προοίμια καὶ δυνατός, βούλοιτο, διαπράξασθαι: οὔτε γὰρ εὔνοιαν κινῆσαι βουλόμενος οὔτε προσοχὴν οὔτε εὐμάθειαν ἀτυχήσειεν ἄν ποτε τοῦ σκοποῦ. κατὰ μὲν δὴ ταύτην τὴν ἰδέαν πρῶτον οὐδενὸς δεύτερον αὐτὸν ἀποφαίνομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: