previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀνιτέον δέ, ὅθεν ἐξέβημεν εἰς ταῦτα, ὅτι κράτιστόν ἐστι τῶν Λυσίου ἔργων καὶ χαρακτηρικώτατον τῆς δυνάμεως κοσμοῦσά τε καὶ ἀνθίζουσα τὴν λέξιν αὐτοῦ χάρις, ἣν οὔθ᾽ ὑπερεβάλετο τῶν ἐπιγινομένων οὐθεὶς οὔτε εἰς ἄκρον ἐμιμήσατο. καὶ τὰ μὲν περὶ τὴν ἑρμηνείαν ἀγαθὰ τοῦ ῥήτορος ταῦτα: συγκεφαλαιώσομαι γὰρ τὰ ῥηθέντα: τὸ καθαρὸν τῶν ὀνομάτων, ἀκρίβεια τῆς διαλέκτου, τὸ διὰ τῶν κυρίων καὶ μὴ τροπικῶν κατασκευῶν ἐκφέρειν τὰ νοήματα, σαφήνεια, συντομία, τὸ συστρέφειν τε καὶ στρογγυλίζειν τὰ νοήματα, τὸ ὑπὸ τὰς αἰσθήσεις ἄγειν τὰ δηλούμενα, τὸ μηδὲν ἄψυχον ὑποτίθεσθαι πρόσωπον μηδὲ ἀνηθοποίητον, τῆς συνθέσεως τῶν ὀνομάτων ἡδονὴ μιμουμένης [p. 23] τὸν ἰδιώτην, τὸ τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασι τοὺς πρέποντας ἐφαρμόττειν λόγους, πιθανότης καὶ τὸ πειστικὸν καὶ χάρις καὶ πάντα μετρῶν καιρός. ταῦτα παρὰ Λυσίου λαμβάνων ἄν τις ὠφεληθείη. ὑψηλὴ δὲ καὶ μεγαλοπρεπὴς οὐκ ἔστιν Λυσίου λέξις οὐδὲ καταπληκτικὴ μὰ Δία καὶ θαυμαστὴ οὐδὲ τὸ πικρὸν τὸ δεινὸν τὸ φοβερὸν ἐπιφαίνουσα οὐδὲ ἁφὰς ἔχει καὶ τόνους ἰσχυροὺς οὐδὲ θυμοῦ καὶ πνεύματός ἐστι μεστὴ οὐδ᾽, ὥσπερ ἐν τοῖς ἤθεσίν ἐστι πιθανή, οὕτως ἐν τοῖς πάθεσιν ἰσχυρὰ οὐδ᾽ ὡς ἡδῦναι καὶ πεῖσαι καὶ χαριεντίσασθαι δύναται, οὕτω βιάσασθαί τε καὶ προσαναγκάσαι. ἀσφαλής τε μᾶλλόν ἐστιν παρακεκινδυνευμένη καὶ οὐκ ἐπὶ τοσοῦτον ἰσχὺν ἱκανὴ δηλῶσαι τέχνης, ἐφ᾽ ὅσον ἀλήθειαν εἰκάσαι φύσεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: