previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτ᾽ εἰπόντος τοῦ Φουφεττίου παραλαβὼν τὸν λόγον τῶν Ῥωμαίων βασιλεὺς ἔλεξε: καὶ ἡμεῖς, Φουφέττιε, βαρεῖαν ὑπελαμβάνομεν ἡμᾶς καταλήψεσθαι συμφοράν, εἰ δι᾽ αἵματος καὶ φόνων ἀναγκασθείημεν κρῖναι τὸν συγγενῆ πόλεμον, καὶ ὑπὸ τῶν ἱερῶν ὁπότε τὰ προπολέμια θύοιμεν ἐκωλυόμεθα ἄρχειν μάχης: τάς τε ἀπορρήτους Φιδηναίων καὶ Οὐιεντανῶν συνωμοσίας, ἃς ἐπ᾽ ἀμφοτέροις ἡμῖν συνώμοσαν, ὀλίγῳ πρότερον σοῦ πεπύσμεθα παρὰ τῶν ἐκεῖθεν ξένων καὶ οὐκ ἀφύλακτοι πρὸς αὐτάς ἐσμεν, ἀλλ᾽ ὡς παθεῖν τε μηδὲν αὐτοὶ κακὸν κἀκείνους τιμωρήσασθαι τῆς ἐπιβουλῆς ἀξίως παρεσκευάσμεθα, οὐχ ἧττόν τε σοῦ καταλύσασθαι τὸν πόλεμον ἀμαχητὶ μᾶλλον διὰ τῶν ὅπλων ἐβουλόμεθα. [2] πρότεροι δὲ πρεσβεύεσθαι περὶ διαλλαγῶν [p. 284] οὐκ ἠξιοῦμεν, ἐπείπερ οὐδ᾽ ἤρξαμεν αὐτοὶ πρότεροι τοῦ πολέμου, ἄρξαντας δὲ ἠμυνάμεθα. ἀποτιθεμένων δὲ ὑμῶν τὰ ὅπλα δεχόμεθα τὰς προκλήσεις ἄσμενοι καὶ περὶ διαλλαγῶν οὐδὲν ἀκριβολογούμεθα, ἀλλὰ τὰς κρατίστας τε καὶ μεγαλοψυχοτάτας δεχόμεθα πᾶν ἀδίκημα καὶ πᾶν ἁμάρτημα τῆς Ἀλβανῶν πόλεως ἀφιέντες, εἰ δὴ καὶ κοινὰ χρὴ καλεῖν πόλεως ἁμαρτήματα, ὧν στρατηγὸς ὑμῶν Κλοίλιος αἴτιος ἦν, ὃς ὑπὲρ ἀμφοτέρων ἡμῶν οὐ μεμπτὰς τέτικε δίκας τοῖς θεοῖς. [3] ἀφείσθω δὴ πᾶσα ἐγκλήματος ἰδίου τε καὶ κοινοῦ πρόφασις καὶ μηδενὸς ἔτι μνήμη τῶν παρεληλυθότων ἔστω κακῶν, ὡς καὶ σοί, Φουφέττιε, δοκεῖ: ἀλλ᾽ οὐκ ἀπόχρη τοῦτο μόνον ἡμᾶς σκοπεῖν, ὅπως ἂν τὴν παροῦσαν ἔχθραν διαλυσαίμεθα πρὸς ἀλλήλους, ἀλλ᾽ ὅπως μηδ᾽ αὖθίς ποτε πολεμήσομεν ἔτι δεῖ παρασκευάσασθαι: οὐ γὰρ ἀναβολὰς ποιησόμενοι τῶν κακῶν συνεληλύθαμεν, ἀλλ᾽ ἀπαλλαγάς. τίς οὖν βεβαία τοῦ πολέμου κατάλυσις ἔσται καὶ τί παρασχόντες εἰς τὰ πράγματα ἑκάτεροι νῦν τε καὶ εἰς τὸν ἀεὶ χρόνον ἐσόμεθα φίλοι, σὺ μὲν παρέλιπες, Φουφέττιε, ἐγὼ δ᾽ ἔτι καὶ τοῦτο προσθεῖναι πειράσομαι. [4] εἰ παύσαιντο μὲν Ἀλβανοὶ φθονοῦντες Ῥωμαίοις ἐφ᾽ οἷς ἔχουσιν ἀγαθοῖς, οὐκ ἄνευ μεγάλων κινδύνων καὶ πόνων πολλῶν αὐτὰ κτησάμενοι, ῾οὐθὲν γοῦν πεπονθότες ὑφ᾽ ἡμῶν οὔτε μεῖζον οὔτε ἔλαττον κακὸν διὰ τοῦτο μισεῖτε ἡμᾶς, ὅτι [p. 285] δοκοῦμεν ἄμεινον ὑμῶν πράττειν᾽ παύσαιντο δὲ Ῥωμαῖοι δἰ ὑποψίας ἔχοντες Ἀλβανοὺς ὡς ἐπιβουλεύοντας ἀεί σφισι καὶ φυλαττόμενοι καθάπερ ἐχθρούς: οὐ γὰρ ἂν γένοιτο βεβαίως φίλος τῷ μισοῦντι οὐδείς. [5] πῶς οὖν γενήσεται τούτων ἑκάτερον; οὐκ ἐὰν γράψωμεν αὐτὰ ἐν ταῖς ὁμολογίαις οὐδ᾽ ἐὰν ὀμόσωμεν ἀμφότεροι καθ᾽ ἱερῶν, ῾μικραὶ γὰρ αὗταί γε αἱ φυλακαὶ καὶ ἀσθενεῖσ᾽ ἀλλ᾽ ἐὰν κοινὰς ἡγησώμεθα τὰς ἀλλήλων τύχας. ἓν γάρ ἐστι μόνον, Φουφέττιε, λύπης ἀνθρωπίνης ἐπ᾽ ἀλλοτρίοις ἀγαθοῖς γινομένης ἄκος, τὸ μηκέτι τοὺς φθονοῦντας ἀλλότρια τὰ τῶν φθονουμένων ἀγαθὰ ἡγεῖσθαι. [6] ἵνα δὴ τοῦτο γένηται, Ῥωμαίους μὲν οἶμαι δεῖν εἰς τὸ κοινὸν Ἀλβανοῖς θεῖναι πάντα ὅσα τε νῦν ἔχουσι καὶ αὖθις ἕξουσιν ἀγαθά, Ἀλβανοὺς δὲ ἀγαπητῶς τὰ διδόμενα δέχεσθαι καὶ γενέσθαι μάλιστα μὲν ἅπαντας ὑμᾶς, εἰ δὲ μή γε τοὺς πλείστους τε καὶ ἀρίστους ὑμῶν τῆς Ῥωμαίων πόλεως οἰκήτορας. οὐ γὰρ δὴ Σαβίνοις μὲν καὶ Τυρρηνοῖς καλῶς εἶχεν ἐκλιποῦσι τὰς ἑαυτῶν πόλεις μεταθέσθαι τοὺς βίους ὡς ἡμᾶς, ὑμῖν δὲ ἄρα τοῖς συγγενεστάτοις τὸ αὐτὸ τοῦτο γενόμενον οὐχ ἕξει καλῶς; [7] εἰ δ᾽ οὐκ ἀξιώσετε μίαν οἰκεῖν πόλιν τὴν ἡμετέραν μεγάλην τε οὖσαν ἤδη καὶ ἔτι μᾶλλον ἐσομένην, ἀλλὰ φιλοχωρήσετε τοῖς πατρῴοις ἐφεστίοις, ἐκεῖνό γέ τοι ποιήσατε: βουλευτήριον ἓν ἀποδείξατε, τὰ συμφέροντα ὑπὲρ ἑκατέρας βουλεύσει πόλεως, [p. 286] καὶ τὴν ἡγεμονίαν ἀπόδοτε μιᾷ τῇ κρείττονι πόλει καὶ πλείονα δυναμένῃ ποιεῖν ἀγαθὰ τὴν ἥττονα. ἐγὼ μὲν δὴ ταῦτ᾽ ἀξιῶ καὶ τούτων γενομένων τόθ᾽ ἡγοῦμαι βεβαίως ἡμᾶς ἔσεσθαι φίλους, δύο δὲ πόλεις οἰκοῦντας ἰσοκορύφους ὥσπερ νῦν οὐδέποτε ὁμονοήσειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: