previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


βασιλεὺς δὲ Ταρκύνιος ἀναπεπαυμένος ἤδη τῶν πολεμικῶν ἔργων διὰ γῆρας, ἦν γὰρ ὀγδοηκονταέτης, δολοφονηθεὶς ὑπὸ τῶν Ἄγκου Μαρκίου παίδων ἀποθνήσκει ἐπιχειρησάντων μὲν ἔτι πρότερον ἐκβαλεῖν αὐτὸν ἐκ τῆς ἀρχῆς καὶ πολλάκις τοῦτο πραγματευσαμένων κατ᾽ ἐλπίδα τοῦ περιπεσεῖν εἰς αὐτοὺς ἐκπεσόντος ἐκείνου τὴν δυναστείαν, ὡς δὴ πατρῴαν σφίσιν ὑπάρχουσαν καὶ ἐκ τοῦ ῥᾴστου πρὸς τῶν πολιτῶν δοθησομένην. [2] ἐπεὶ δὲ διήμαρτον τῆς ἐλπίδος, ἐπιβουλὴν ἄφυκτον κατ᾽ αὐτοῦ ἐμηχανήσαντο, ἣν οὐκ εἴασεν ἀτιμώρητον γενέσθαι τὸ δαιμόνιον. διηγήσομαι δὲ καὶ τὸν τῆς ἐπιβουλῆς τρόπον ἀπὸ τῆς πρώτης ἐπιχειρήσεως αὐτῶν ἀρξάμενος. [3] Νέβιος ἐκεῖνος δεινὸς οἰωνομάντις, ὃν ἔφην ἐναντιωθῆναί ποτε τῷ βασιλεῖ πλείονας ἐξ ἐλασσόνων ποιῆσαι τὰς φυλὰς βουλομένῳ, ὅτε μάλιστα ἤνθει διὰ τὴν τέχνην καὶ πλεῖστον ἠδύνατο Ῥωμαίων ἁπάντων, εἴτε φθονηθεὶς ὑπὸ τῶν ἀντιτέχνων τινὸς εἴτ᾽ [p. 401] ἐπιβουλευθεὶς ὑπ᾽ ἐχθρῶν εἴτε τι δή ποτε ἄλλο παθὼν ἀφανὴς ἄφνω γίνεται, καὶ οὔτε τὸν μόρον αὐτοῦ τις ἠδύνατο τῶν προσηκόντων συμβαλεῖν οὔτε τὸ σῶμα ἐξευρεῖν: [4] ἀχθομένου δὲ τοῦ δήμου καὶ δεινῶς φέροντος τὸ πάθος ὑπονοίας τε πολλὰς καὶ κατὰ πολλῶν λαμβάνοντος, κατανοήσαντες τὴν ὁρμὴν τοῦ πλήθους οἱ τοῦ Μαρκίου παῖδες, ἐπὶ τὸν βασιλέα Ταρκύνιον τὴν διαβολὴν τοῦ ἄγους ἀνέφερον ἄλλο μὲν οὐθὲν ἔχοντες φέρειν τῆς διαβολῆς οὔτε τεκμήριον οὔτε σημεῖον, δυσὶ δὲ τοῖς εἰκόσι τούτοις κρατυνόμενοι πρῶτον μέν, ὅτι πολλὰ καὶ καινὰ περὶ τὴν πολιτείαν διεγνωκὼς παρανομεῖν τὸν ἐναντιωσόμενον ὥσπερ ἐπὶ τῶν προτέρων ἐκ ποδῶν ἐβούλετο ποιήσασθαι, ἔπειτα ὅτι δεινοῦ πάθους γεγονότος οὐδεμίαν ἐποιήσατο τῶν δεδρακότων ζήτησιν, ἀλλ᾽ ἀμελείᾳ παρέδωκε τὸ πραχθέν, ὅπερ οὐκ ἂν ποιῆσαί [5] τινα τῶν ἔξω τῆς αἰτίας ὑπαρχόντων. παρασκευασάμενοι δὲ μεγάλας ἑταιρείας περὶ αὑτοὺς πατρικίων τε καὶ δημοτικῶν, οἷς τὰς ἑαυτῶν οὐσίας κατηγορήγουν, πολλὴν ἐποιοῦντο τοῦ Ταρκυνίου κατηγορίαν καὶ τῷ δήμῳ παρῄνουν μὴ περιορᾶν ἄνδρα μιαρὸν ἱεροῖς τε προσφέροντα τὰς χεῖρας καὶ τὴν ἐξουσίαν μιαίνοντα καὶ ταῦτ᾽ οὐκ ἐπιχώριον ἀλλ᾽ ἐπήλυτον ὄντα καὶ ἄπολιν. [6] τοιαῦτα κατὰ τὴν ἀγορὰν δημηγοροῦντες ἄνδρες ἰταμοὶ καὶ λέγειν οὐκ ἀδύνατοι πολλοὺς μὲν ἠρέθισαν τῶν δημοτικῶν, οἳ παραγενόμενον [p. 402] αὐτὸν εἰς τὴν ἀγορὰν ἀπολογίας χάριν ἐξελαύνειν ἐπεχείρησαν ὡς οὐ καθαρόν: οὐ μὴν καταγωνίσασθαί γε τὴν ἀλήθειαν ἴσχυσαν οὐδὲ πεῖσαι τὸν δῆμον ἐδυνήθησαν ἐκβαλεῖν αὐτὸν ἐκ τῆς ἀρχῆς. [7] ἐπεὶ δὲ αὐτός τε ἀπολογηθεὶς κράτιστα περὶ αὑτοῦ τὴν διαβολὴν ἀπελύσατο καὶ κηδεστὴς αὐτοῦ Τύλλιος, τὴν ἑτέραν δεδωκὼς ἦν θυγατέρα, μέγιστον ἐν τῷ δήμῳ δυνάμενος εἰς ἔλεον τοὺς Ῥωμαίους ὑπηγάγετο, συκοφάνται καὶ πονηροὶ δόξαντες εἶναι καὶ πολλὴν ὀφλόντες αἰσχύνην ἀπῆλθον ἐκ τῆς ἀγορᾶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: