previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐνεχείρησε δὲ καὶ τὸν νεὼν κατασκευάζειν τοῦ τε Διὸς καὶ τῆς Ἥρας καὶ τῆς Ἀθηνᾶς βασιλεὺς οὗτος εὐχὴν ἀποδιδούς, ἣν ἐποιήσατο τοῖς θεοῖς ἐν τῇ τελευταίᾳ πρὸς Σαβίνους μάχῃ. τὸν μὲν οὖν λόφον, ἐφ᾽ οὗ τὸ ἱερὸν ἔμελλεν ἱδρύεσθαι, πολλῆς δεόμενον πραγματείας ῾οὔτε γὰρ εὐπρόσοδος ἦν οὔτε ὁμαλός, ἀλλ᾽ ἀπότομος καὶ εἰς κορυφὴν συναγόμενος ὀξεῖαν᾽ ἀναλήμμασιν ὑψηλοῖς πολλαχόθεν περιλαβὼν καὶ πολὺν χοῦν εἰς τὸ μεταξὺ τῶν τε ἀναλημμάτων καὶ τῆς κορυφῆς ἐμφορήσας, ὁμαλὸν γενέσθαι παρεσκεύασε καὶ πρὸς ἱερῶν ὑποδοχὴν ἐπιτηδειότατον. [2] τοὺς δὲ θεμελίους οὐκ ἔφθασε θεῖναι τοῦ νεὼ χρόνον ἐπιβιώσας μετὰ τὴν κατάλυσιν τοῦ πολέμου τετραετῆ. πολλοῖς δ᾽ ὕστερον ἔτεσιν τρίτος βασιλεύσας ἀπ᾽ ἐκείνου Ταρκύνιος, τῆς ἀρχῆς ἐκπεσών, τούς τε θεμελίους κατεβάλετο καὶ τῆς οἰκοδομῆς τὰ πολλὰ εἰργάσατο. οὐ μὴν ἐτελείωσε τὸ ἔργον οὐδ᾽ οὗτος, ἀλλ᾽ ἐπὶ τῶν ἐνιαυσίων ἀρχόντων τῶν κατὰ τὸν τρίτον ἐνιαυτὸν ὑπατευσάντων τὴν συντέλειαν ἔλαβεν νεώς. [3] ἄξιον δὲ καὶ τὰ πρὸ τῆς κατασκευῆς αὐτοῦ γενόμενα διελθεῖν, παραδεδώκασιν ἅπαντες οἱ τὰς ἐπιχωρίους συναγαγόντες ἱστορίας. ἐπειδὴ γὰρ ἔμελλε κατασκευάζειν Ταρκύνιος τὸν γαόν, συγκαλέσας τοὺς οἰωνομάντεις ἐκέλευσε [p. 395] τοῖς ἀνδράσι περὶ αὐτοῦ πρῶτον διαμαντεύσασθαι τοῦ τόπου, τίς ἐπιτηδειότατός ἐστι τῆς πόλεως χῶρος ἱερὸς ἀνεῖσθαι καὶ τοῖς θεοῖς αὐτοῖς μάλιστα κεχαρισμένος. [4] ἀποδειξάντων δ᾽ αὐτῶν τὸν ὑπερκείμενον τῆς ἀγορᾶς λόφον, ὃς τότε μὲν ἐκαλεῖτο Ταρπήιος, νῦν δὲ Καπιτωλῖνος, αὖθις ἐκέλευσεν αὐτοὺς διαμαντευσαμένους εἰπεῖν ἐν ὁποίῳ τοῦ λόφου χωρίῳ θέσθαι δεήσει τοὺς θεμελίους. τοῦτο δὲ οὐ πάνυ ῥᾴδιον ἦν: πολλοὶ γὰρ ἦσαν ἐν αὐτῷ βωμοὶ θεῶν τε καὶ δαιμόνων ὀλίγον ἀπέχοντες ἀλλήλων, οὓς ἔδει μετάγειν ἑτέρωσέ ποι, καὶ πᾶν ἀποδοῦναι τῷ μέλλοντι τοῖς θεοῖς τεμένει γενήσεσθαι τὸ δάπεδον. [5] ἔδοξε δὴ τοῖς οἰωνοπόλοις ὑπὲρ ἑκάστου βωμοῦ τῶν καθιδρυμένων διαμαντευσαμένοις, ἐὰν παραχωρῶσιν οἱ θεοὶ τότε κινεῖν αὐτούς. οἱ μὲν οὖν ἄλλοι θεοί τε καὶ δαίμονες ἐπέτρεψαν αὐτοῖς εἰς ἕτερα χωρία τοὺς βωμοὺς σφῶν μεταφέρειν, οἱ δὲ τοῦ Τέρμονος καὶ τῆς Νεότητος πολλὰ παραιτουμένοις τοῖς μάντεσι καὶ λιπαροῦσιν οὐκ ἐπείσθησαν οὐδ᾽ ἠνέσχοντο παραχωρῆσαι τῶν τόπων. τοιγάρτοι συμπεριελήφθησαν αὐτῶν οἱ βωμοὶ τῇ κατασκευῇ τῶν ἱερῶν, καὶ νῦν μὲν ἕτερός ἐστιν ἐν τῷ προνάῳ τῆς Ἀθηνᾶς, δ᾽ ἕτερος ἐν αὐτῷ τῷ σηκῷ πλησίον τοῦ ἕδους. [6] ἐκ δὲ τούτου συνέβαλον οἱ μάντεις, ὅτι τῆς Ῥωμαίων πόλεως οὔτε τοὺς ὅρους μετακινήσει καιρὸς οὐθεὶς οὔτε τὴν ἀκμὴν μεταβαλεῖ: καὶ μέχρι τῶν κατ᾽ ἐμὲ χρόνων ἀληθὲς [p. 396] αὐτῶν ἐστιν ἑκάτερον εἰκοστὴν ἤδη καὶ τετάρτην γενεάν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: