previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τότε δ᾽ οὖν, ἐπειδὴ παρεσκεύαστο ἀμφοτέροις τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια, συνῄεσαν εἰς μάχην, εἶχον δὲ τὸ μὲν εὐώνυμον κέρας οἱ Ῥωμαῖοι, τὸ δὲ δεξιὸν οἱ Τυρρηνοί, κατὰ μέσην δὲ τὴν φάλαγγα Λατῖνοι ἐτάχθησαν. γενομένου δὲ ἀγῶνος καρτεροῦ δι᾽ ὅλης ἡμέρας ἐνίκων οἱ Ῥωμαῖοι παρὰ πολὺ καὶ πολλοὺς μὲν ἀποκτείναντες τῶν πολεμίων ἐν τῇ μάχῃ γενομένους ἄνδρας ἀγαθούς, πολλῷ δ᾽ ἔτι πλείους αἰχμαλώτους λαβόντες ἐν τῇ φυγῇ, τῶν δὲ παρεμβολῶν ἀμφοτέρων ἐγκρατεῖς γενόμενοι καὶ χρημάτων μέγαν περιβαλόμενοι πλοῦτον ἀδεῶς ἤδη τῆς ὑπαίθρου πάσης ἐκράτουν, ἣν πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι λωβησάμενοι κακοῖς, ἐπειδὴ τὸ θέρος ἐτελεύτα, [p. 390] λύσαντες τὰς παρεμβολὰς ἀπῄεσαν ἐπ᾽ οἴκου. καὶ βασιλεὺς Ταρκύνιος τρίτον ἐπὶ τῆς ἰδίας ἀρχῆς τὸν ἐκ τῆς2δε τῆς μάχης κατήγαγε θρίαμβον. [2] τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ παρασκευαζομένου πάλιν τοῦ βασιλέως στρατὸν ἐπὶ τὰς πόλεις τῶν Σαβίνων ἐξάγειν καὶ πολιορκίαις αὐτὰς προσάγεσθαι διεγνωκότος, γενναῖον μὲν οὐδὲν ἔτι βούλευμα καὶ νεανικὸν οὐδεμιᾶς ἐγένετο, πᾶσαι δὲ κοινῇ γνώμῃ χρησάμεναι πρὶν εἰς κίνδυνον ἐλθεῖν ἀνδραποδισμοῦ καὶ κατασκαφῆς καταλύσασθαι τὸν πόλεμον ἔγνωσαν. [3] καὶ παρῆσαν ἐξ ἑκάστης πόλεως οἱ κράτιστοι τῶν Σαβίνων πρὸς βασιλέα Ταρκύνιον ἐξεληλυθότα μετὰ πάσης ἤδη δυνάμεως παραδιδόντες αὐτῷ τὰ τείχη καὶ δεόμενοι μετρίας ποιήσασθαι τὰς συμβάσεις. δὲ ἀσπαστῶς δεξάμενος τὴν ἄνευ κινδύνων ὑποταγὴν τοῦ ἔθνους σπονδάς τε ποιεῖται πρὸς αὐτοὺς ὑπὲρ εἰρήνης τε καὶ φιλίας ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις, αἷς Τυρρηνοὺς πρότερον ὑπηγάγετο, καὶ τοὺς αἰχμαλώτους ἀπέδωκεν αὐτοῖς ἄνευ λύτρων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: