previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταύταις ταῖς τιμαῖς Ταρκύνιος οὐκ εὐθὺς ἐχρήσατο λαβών, ὡς οἱ πλεῖστοι γράφουσι τῶν Ῥωμαϊκῶν συγγραφέων, ἀλλ᾽ ἀποδοὺς τῇ τε βουλῇ καὶ τῷ δήμῳ τὴν διάγνωσιν εἰ ληπτέον αὐτά, ἐπειδὴ πᾶσι βουλομένοις ἦν, τότε προσεδέξατο καὶ πάντα τὸν ἐξ ἐκείνου χρόνον ἕως εἰς τὸ χρεὼν μετέστη στέφανόν τε χρύσεον ἐφόρει καὶ πορφυρᾶν ἐσθῆτα ποικίλην ἠμπίσχετο καὶ σκῆπτρον ἐλεφάντινον ἔχων ἐπὶ θρόνου ἐκαθέζετο ἐλεφαντίνου, καὶ οἱ δώδεκα ῥαβδοῦχοι τοὺς πελέκεις φέροντες ἅμα ταῖς ῥάβδοις δικάζοντί τε αὐτῷ παρίσταντο καὶ πορευομένου προηγοῦντο. [2] οὗτος κόσμος ἅπας καὶ τοῖς μετ᾽ ἐκεῖνον τὴν βασιλικὴν ἀρχὴν ἔχουσι παρέμεινε καὶ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων τοῖς κατ᾽ ἐνιαυτὸν ὑπάτοις ἔξω τοῦ στεφάνου καὶ τῆς ποικίλης ἐσθῆτος: ταῦτα δ᾽ αὐτῶν ἀφῃρέθη μόνα φορτικὰ δόξαντα εἶναι καὶ ἐπίφθονα. πλὴν ὅταν ἐκ πολέμου νίκην κατάγοντες θριάμβου παρὰ τῆς βουλῆς ἀξιωθῶσι, τότε καὶ χρυσοφοροῦσι καὶ ποικίλαις ἁλουργίσιν ἀμφιέννυνται. μὲν οὖν πρὸς τοὺς Τυρρηνοὺς συστὰς Ταρκυνίῳ πόλεμος ἔτη κατασχὼν ἐννέα τοιαύτην ἔσχε τὴν συντέλειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: