previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οὐιεντανοὶ καὶ Φιδηναῖοι μεγάλας καὶ πολυανθρώπους ἔχοντες πόλεις ἐπὶ μὲν τῆς Ῥωμύλου βασιλείας εἰς πόλεμον ὑπὲρ ἀρχῆς καὶ δυναστείας Ῥωμαίοις κατέστησαν, ἐν πολλὰς ἀπολέσαντες δυνάμεις ἀμφότεροι καὶ χώρας ἀποδασμῷ ζημιωθέντες ὑπήκοοι τοῖς κεκρατηκόσιν ἠναγκάσθησαν γενέσθαι. περὶ ὧν ἐν τῇ πρὸ ταύτης δεδήλωκα γραφῇ τὸ ἀκριβές: ἐπὶ δὲ τῆς Νόμα Πομπιλίου δυναστείας εἰρήνης ἀπολαύσαντες βεβαίου πολλὴν ἔσχον ἐπίδοσιν εἰς εὐανδρίαν τε καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐδαιμονίαν. τούτοις δὴ τοῖς ἀγαθοῖς ἐπαρθέντες ἐλευθερίας τε αὖθις ὠρέγοντο καὶ φρόνημα ἐλάμβανον ὑψηλότερον παρασκευάζοντό τε ὡς οὐκέτι Ῥωμαίων ἀκροώμενοι. [2] τέως μὲν οὖν ἄδηλος αὐτῶν διάνοια τῆς ἀποστάσεως ἦν, ἐν δὲ τῷ πρὸς Ἀλβανοὺς ἐφανερώθη πολέμῳ. ὡς γὰρ ἐπύθοντο πανστρατιᾷ Ῥωμαίους ἐξεληλυθότας ἐπὶ τὸν πρὸς Ἀλβανοὺς ἀγῶνα, κράτιστον ὑπολαβόντες εἰληφέναι καιρὸν ἐπιθέσεως ἀπορρήτους ἐποιήσαντο διὰ τῶν δυνατωτάτων ἀνδρῶν συνωμοσίας ἅπαντας τοὺς ὁπλοφορεῖν δυναμένους εἰς Φιδήνην συνελθεῖν κρύφα καὶ κατ᾽ ὀλίγους ἰόντας, ὡς ἂν ἥκιστα γένοιντο τοῖς ἐπιβουλευομένοις καταφανεῖς: [3] ἐκεῖ δ᾽ ὑπομένοντας ἐκδέχεσθαι τὸν καιρόν, ὅτε αἱ Ῥωμαίων τε καὶ Ἀλβανῶν δυνάμεις ἐκλιποῦσαι τοὺς χάρακας ἐπὶ τὸν ἀγῶνα προελεύσονται, ῾τοῦτον δὲ φανερὸν ποιεῖν αὐτοῖς ἔμελλον διὰ συμβόλων σκοποί [p. 278] τινες ἐν τοῖς ὄρεσι λοχῶντεσ᾽ ὅταν δὲ ἀρθῇ τὰ σημεῖα λαβόντας τὰ ὅπλα χωρεῖν ἐπ᾽ αὐτοὺς ἔδει πάντας κατὰ τάχος, ῾ἦν δὲ οὐ πολλὴ ἐπὶ τοὺς χάρακας ἀπὸ Φιδήνης φέρουσα ὁδός, ἀλλ᾽ ὅσον δυσὶν ὥραις τρισὶν ἀνυσθῆναι τὸ μακρότατον᾽ ἐπιφανέντας δὲ τῷ ἀγῶνι τέλος ἤδη ἔχοντι ὥσπερ εἰκὸς μηδὲν ἡγεῖσθαι φίλιον, ἀλλ᾽ ἐάν τε Ἀλβανοὶ νικῶσιν ἐάν τε Ῥωμαῖοι κτείνειν τοὺς κεκρατηκότας αὐτῶν. ταῦτα ἦν διέγνωστο πράττειν τοῖς προεστηκόσι τῶν πόλεων. [4] εἰ μὲν οὖν θρασύτερον ἐπὶ τὸν ἀγῶνα ὥρμησαν Ἀλβανοὶ Ῥωμαίων καταφρονήσαντες καὶ μιᾷ κρῖναι μάχῃ τὰ ὅλα διέγνωσαν, οὐθὲν ἂν τὸ κωλῦον ἦν τόν τε κατασκευασθέντα δόλον ἐπ᾽ αὐτοῖς λεληθέναι καὶ διεφθάρθαι τὰ στρατεύματα αὐτῶν ἀμφότερα: νῦν δὲ διατριβὴ τοῦ πολέμου παράδοξος ἅπασι γενομένη καὶ χρόνος ἐν παρεσκευάζοντο πολὺς ἐφελκυσθεὶς διέχεεν αὐτῶν τὰ βουλεύματα. τῶν γὰρ ἐκ τῆς συνωμοσίας τινές, εἴτε οἰκεῖα κέρδη περιβαλέσθαι ζητοῦντες εἴτε τοῖς κορυφαιοτάτοις τῶν σφετέρων καὶ τὸ ἔργον εἰσηγησαμένοις φθονοῦντες εἴτε μήνυσιν ἑτέρων δεδιότες, τι πολλοῖς συνέβη παθεῖν ἐν ταῖς πολυανθρώποις καὶ χρονιζομέναις συνωμοσίαις, εἴτε ὑπὸ θείας ἀναγκαζόμενοι γνώμης οὐκ ἀξιούσης ἔργον ἀνόσιον εἰς εὐτυχὲς κατασκῆψαι τέλος μηνυταὶ γίνονται τοῖς πολεμίοις τοῦ δόλου. [p. 279]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: