previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ δ᾽ αὐτὰ καὶ Νωμεντανοῖς διανοηθεῖσι τῶν αὐτῶν τυχεῖν ἐξεγένετο. καὶ γὰρ οὗτοι λῃστήρια πέμποντες ἐπὶ τοὺς Ῥωμαίων ἀγροὺς πολέμιοι κατέστησαν αὐτοῖς ἐκ τοῦ προφανοῦς ταῖς Λατίνων πεποιθότες συμμαχίαις: στρατεύσαντος δ᾽ ἐπ᾽ αὐτοὺς Ταρκυνίου καὶ τῆς Λατίνων ἐπικουρίας ὑστεριζούσης οὐχ οἷοί τε ὄντες αὐτοὶ πρὸς τοσαύτην δύναμιν ἀντέχειν, [p. 367] ἱκετηρίας ἀναλαβόντες ἐξῆλθον ἐκ τῆς πόλεως καὶ παρέδοσαν ἑαυτούς. [2] οἱ δὲ τὴν καλουμένην Κολλατίαν κατοικοῦντες ἐπειράθησαν μὲν ἐλθεῖν διὰ μάχης πρὸς τὰς Ῥωμαίων δυνάμεις καὶ προῆλθον ἔξω τῆς πόλεως, ἐν ἁπάσαις δὲ ταῖς συμπλοκαῖς ἐλαττούμενοι καὶ πληγὰς πολλὰς λαμβάνοντες ἠναγκάσθησαν πάλιν εἰς τὸ τεῖχος καταφυγεῖν καὶ διεπέμποντο πρὸς τὰς Λατίνων πόλεις αἰτούμενοι συμμαχίαν. ὡς δὲ βραδύτερα τὰ παρ᾽ ἐκείνων ἦν, καὶ κατὰ πολλὰ μέρη τοῦ τείχους οἱ πολέμιοι τὰς προσβολὰς ἐποιοῦντο, παραδοῦναι τὴν πόλιν ἠναγκάσθησαν σὺν χρόνῳ. [3] οὐ μέντοι τῆς αὐτῆς μετριότητος ἔτυχον, ἧς Νωμεντανοί τε καὶ Κρουστομερῖνοι, ἀλλ᾽ ὅπλά τε βασιλεὺς ἀφείλετο καὶ εἰς χρήματα ἐζημίωσε καὶ φρουρὰν κατέλιπεν ἐν τῇ πόλει τὴν ἱκανὴν ἄρχειν τε αὐτῶν ἔταξε τὴν ἀνυπεύθυνον ἀρχὴν διὰ βίου Ταρκύνιον Ἄρροντα τὸν ἴδιον ἀδελφιδοῦν, ὃς μετὰ τὴν τελευτὴν τοῦ τε πατρὸς Ἄρροντος καὶ τοῦ πάππου Δημαράτου γενόμενος οὔτε τῶν πατρῴων οὔτε τῶν τοῦ πάππου χρημάτων τὴν προσήκουσαν ἐκληρονόμησε μοῖραν καὶ διὰ ταύτην τὴν αἰτίαν Ἠγέριος ἐπωνομάσθη. τοὺς γὰρ ἀπόρους καὶ πτωχοὺς οὕτως ὀνομάζουσι Ῥωμαῖοι. ἐξ οὗ δὲ παρέλαβε τὴν ἐκείνης τῆς πόλεως ἐπιμέλειαν αὐτός τε Κολλατῖνος ἐπεκλήθη καὶ πάντες οἱ ἀπ᾽ ἐκείνου γενόμενοι. [4] μετὰ δὲ τὴν Κολλατίας παράδοσιν ἐπὶ τὸν καλούμενον Κορνίκολον [p. 368] βασιλεὺς ἐστράτευσεν: ἦν δὲ κἀκείνη τοῦ Λατίνων ἔθνους πόλις. λεηλατήσας δὲ τὴν χώραν αὐτῶν κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου πρὸς αὐτὴν στρατεύεται τὴν πόλιν προκαλούμενος τοὺς ἄνδρας εἰς φιλίαν: οὐ βουλομένων δὲ αὐτῶν εἰς διαλλαγὰς ἐλθεῖν, ἀλλὰ καὶ τοῦ τείχους τῇ ἐχυρότητι πεποιθότων καὶ συμμαχίας πολλαχόθεν ἥξειν οἰομένων, περὶ πάντα τὸν κύκλον τῆς πόλεως τὴν δύναμιν περιστήσας ἐτειχομάχει. [5] οἱ δὲ Κορνικολανοὶ πολὺν μὲν χρόνον ἀντεῖχον ἀνδρείως ἀπομαχόμενοι καὶ πολλὰς τοῖς προσβαλοῦσι πληγὰς ἔδωκαν, κάμνοντες δὲ τῇ συνεχείᾳ τῶν πόνων καὶ οὐδὲ τὴν αὐτὴν ἔτι γνώμην ἅπαντες φυλάττοντες ῾τοῖς μὲν γὰρ ἐδόκει παραδιδόναι τὴν πόλιν, τοῖς δὲ μέχρι παντὸς ἀντέχειν᾽ δι᾽ αὐτὸ τὸ στασιάζειν μάλιστα καταπονούμενοι κατὰ κράτος ἑάλωσαν. [6] τὸ μὲν οὖν κράτιστον αὐτῶν μέρος ἐν τῇ καταλήψει τῆς πόλεως μαχόμενον διεφθάρη, τὸ δὲ ἀγεννὲς καὶ διὰ τοῦτο σωθὲν ἐν ἀνδραπόδων ἐπράθη λόγῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις, δὲ πόλις αὐτῶν διαρπασθεῖσα ὑπὸ τῶν κεκρατηκότων ἐνεπρήσθη. [7] ἐφ᾽ οἷς οἱ Λατῖνοι χαλεπῶς φέροντες ἐψηφίσαντο κοινῇ στρατιὰν ἐπὶ Ῥωμαίους ἐξαγαγεῖν καὶ παρασκευασάμενοι πολλὴν δύναμιν εἰς τὴν κρατίστην χώραν αὐτῶν ἐνέβαλον, ἐξ ἧς αἰχμαλώτους τε πολλοὺς ἀπήγαγον καὶ λείας ἐγένοντο μεγάλης κύριοι. βασιλεὺς δὲ Ταρκύνιος ἐξῆλθε [p. 369] μὲν ἐπ᾽ αὐτοὺς τὴν εὔζωνόν τε καὶ ἐν ἑτοίμῳ δύναμιν ἐπαγόμενος, οὐκέτι δὲ καταλαβεῖν αὐτοὺς φθάσας εἰς τὴν ἐκείνων χώραν ἐνέβαλε καὶ τὰ ὅμοια διέθηκε. [8] τοιαῦτα συνέβαινε πολλὰ παραλλὰξ ἑκατέροις ἐπὶ τὰς ὁμόρους χώρας ἐκστρατευομένοις ἐλαττώματά τε καὶ πλεονεκτήματα, μία δὲ αὐτῶν ἐκ παρατάξεως ἐγένετο μάχη Φιδήνης πόλεως πλησίον ἁπάσαις συμβαλόντων ταῖς δυνάμεσιν, ἐν πολλοὶ μὲν ἔπεσον ἀμφοτέρων, ἐνίκησαν δὲ Ῥωμαῖοι καὶ τοὺς Λατίνους ἠνάγκασαν λιπόντας τὸν χάρακα νύκτωρ εἰς τὰς ἑαυτῶν πόλεις ἀπελθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: