previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀπαιτούσης δὲ τῆς ὑποθέσεως καὶ τὸν τρόπον διεξελθεῖν τῆς μάχης ἀκριβῶς καὶ τὰ μετὰ ταύτην γενόμενα πάθη θεατρικαῖς ἐοικότα περιπετείαις μὴ ῥᾳθύμως διελθεῖν πειράσομαι καὶ περὶ τούτων ἐπ᾽ ἀκριβείας ἕκαστον, ὡς ἐμὴ δύναμις, εἰπεῖν. ἐπειδὴ γὰρ χρόνος ἧκεν ἐν τέλος ἔδει λαβεῖν τὰς ὁμολογίας, ἐξῄεσαν μὲν αἱ τῶν Ῥωμαίων δυνάμεις πανστρατιᾷ, ἐξῄεσαν δὲ μετὰ ταῦθ᾽ οἱ νεανίσκοι τοῖς πατρῴοις θεοῖς εὐξάμενοι καὶ προῆγον ἅμα τῷ βασιλεῖ κατευφημούμενοί τε ὑπὸ παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου καὶ παττόμενοι τὰς κεφαλὰς ἄνθεσιν: ἤδη δὲ καὶ τῶν Ἀλβανῶν ἐξεληλύθει στρατιά. [2] ἐπεὶ δὲ κατεστρατοπεδεύσαντο πλησίον ἀλλήλων μεταίχμιον ποιησάμενοι τὸν διείργοντα τὴν Ῥωμαίων [p. 303] ἀπὸ τῆς Ἀλβανῶν ὅρον, ἔνθα καὶ πρότερον εἶχον ἑκάτεροι τοὺς χάρακας, πρῶτον μὲν ἱερὰ θύσαντες ὤμοσαν ἐπὶ τῶν ἐμπύρων στέρξειν τὴν τύχην, ἣν ἂν ἐκ τῆς μάχης τῶν ἀνεψιῶν ἑκατέρα πόλις ἐξενέγκηται, καὶ φυλάξειν τὰς ὁμολογίας βεβαίους μηδένα προσάγοντες αὐταῖς δόλον αὐτοί τε καὶ γένος τὸ ἐξ αὐτῶν: ἐπεὶ δὲ τὰ πρὸς θεοὺς ὅσια διεπράξαντο, θέμενοι τὰ ὅπλα προῆγον ἐκ τοῦ χάρακος ἀμφότεροι θεαταὶ τῆς μάχης ἐσόμενοι τριῶν τεττάρων σταδίων τὸ μεταξὺ χωρίον τοῖς ἀγωνιζομένοις καταλιπόντες: καὶ μετ᾽ οὐ πολὺ παρῆν τούς τε Κορατίους τῶν Ἀλβανῶν στρατηγὸς ἄγων καὶ τοὺς Ὁρατίους τῶν Ῥωμαίων βασιλεὺς ὡπλισμένους τε κάλλιστα καὶ τὸν ἄλλον ἔχοντας κόσμον οἷον ἄνθρωποι λαμβάνουσιν ἐπὶ θανάτῳ. [3] γενόμενοι δὲ σύνεγγυς ἀλλήλων τὰ μὲν ξίφη τοῖς ὑπασπισταῖς παρέδωκαν, προσδραμόντες δὲ περιέβαλλον ἀλλήλοις κλαίοντες καὶ τοῖς ἡδίστοις ὀνόμασιν ἀνακαλοῦντες, ὥστε εἰς δάκρυα προπεσεῖν ἅπαντας καὶ πολλὴν ἀστοργίαν κατηγορεῖν σφῶν τε αὐτῶν καὶ τῶν ἡγεμόνων, ὅτι παρὸν ἄλλοις τισὶ σώμασι κρῖναι τὴν μάχην εἰς ἐμφύλιον αἷμα καὶ συγγενικὸν ἄγος τὸν ὑπὲρ τῶν πόλεων ἀγῶνα κατέκλεισαν. παυσάμενοι δὲ τῶν ἀσπασμῶν οἱ νεανίσκοι καὶ τὰ ξίφη παρὰ τῶν ὑπασπιστῶν λαβόντες ἀναχωρησάντων τῶν πέλας ἐτάξαντό τε καθ᾽ ἡλικίαν καὶ συνῄεσαν ὁμόσε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: