previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοσαῦτα τοῦ Φουφεττίου λέξαντος καὶ πάντων τὴν γνώμην ἐπαινεσάντων ῾ἔτυχον δὲ Ῥωμαίων τε καὶ Ἀλβανῶν οἱ κράτιστοι παρόντες ἀμφοτέροισ᾽ μικρὸν ἐπισχὼν Τύλλος λέγει: τὰ μὲν ἄλλα ὀρθῶς ἐπιλελογίσθαι μοι δοκεῖς, Φουφέττιε: θαυμαστὴ γάρ τις τὴν οὐδέποτε συμβᾶσαν ὁμοιογένειαν ἐν ἀμφοτέραις ταῖς πόλεσιν ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἐξενέγκασα τύχη: ἓν δ᾽ ἀγνοεῖν ἔοικας, πολὺν παρέξει τοῖς νεανίσκοις ὄκνον, ἐὰν ἀξιῶμεν αὐτοὺς ἀλλήλοις χωρεῖν διὰ μάχης. [2] γὰρ Ὁρατίων μήτηρ τῶν ἡμετέρων ἀδελφὴ τῆς Κορατίων μητρός ἐστι τῶν Ἀλβανῶν, καὶ τέθραπται τὰ μειράκια ἐν τοῖς ἀμφοτέρων τῶν γυναικῶν κόλποις ἀσπάζονταί τ᾽ ἀλλήλους καὶ φιλοῦσιν οὐχ ἧττον πολλοὶ τοὺς ἑαυτῶν ἀδελφούς. ὅρα δὴ μή ποτε οὐδ᾽ ὅσιον τούτοις ἀναδιδόναι τὰ ὅπλα καὶ καλεῖν αὐτοὺς ἐπὶ τὸν κατ᾽ ἀλλήλων φόνον ἀνεψιοὺς καὶ συντρόφους ὄντας. τὸ γὰρ ἐμφύλιον ἄγος, ἐὰν ἀναγκασθῶσιν ἀλλήλους μιαιφονεῖν, εἰς ἡμᾶς ἐλεύσεται τοὺς ἀναγκάζοντας. [3] [p. 298] λέγει πρὸς αὐτὸν Φουφέττιος: οὐδ᾽ ἐμὲ λέληθεν, Τύλλε, τὸ συγγενὲς τῶν μειρακίων, οὐδ᾽ ὡς ἀναγκάσων αὐτοὺς τοῖς ἀνεψιοῖς διὰ μάχης χωρεῖν εἰ μὴ βουληθεῖεν αὐτοὶ τὸν ἀγῶνα ὑπομεῖναι παρεσκευασάμην, ἀλλ᾽ ἐπειδὴ τάχιστα ἐπὶ νοῦν ἦλθέ μοι τόδε τὸ βούλευμα τοὺς Ἀλβανοὺς Κορατίους μεταπεμψάμενος αὐτὸς ἐπ᾽ ἐμαυτοῦ διάπειραν ἔλαβον εἰ βουλομένοις αὐτοῖς ἐστιν ἀγών: δεξαμένων δ᾽ αὐτῶν τὸν λόγον ἀπίστῳ τινὶ καὶ θαυμαστῇ προθυμίᾳ, τότε ἀνακαλύπτειν ἔγνων τὸ βούλευμα καὶ φέρειν εἰς μέσον: σοί τε τὸ αὐτὸ τοῦτο ὑποτίθεμαι ποιεῖν καλέσαντι τοὺς παρ᾽ ὑμῖν τριδύμους πεῖραν αὐτῶν τῆς γνώμης ποιήσασθαι. [4] ἐὰν μὲν οὖν ἑκόντες συνεπιδιδῶσι κἀκεῖνοι τὰ σώματα προκινδυνεῦσαι τῆς ἑαυτῶν πατρίδος δέχου τὴν χάριν, ἐὰν δὲ ἀναδύωνται μηδεμίαν αὐτοῖς πρόσφερε ἀνάγκην. μαντεύομαι δὲ καὶ περὶ ἐκείνων οἷα καὶ περὶ τῶν ἡμετέρων, εἴπερ οὖν εἰσὶν οἵους ἀκούομεν, ἐν ὀλίγοις τοῖς ἄριστα πεφυκόσιν ὅμοιοι καὶ τὰ πολέμια ἀγαθοί: κλέος γὰρ αὐτῶν καὶ πρὸς ἡμᾶς ἐλήλυθε τῆς ἀρετῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: