previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀπέδωκε δὲ μίαν μὲν ἱερουργιῶν διάταξιν τοῖς τριάκοντα κουρίωσιν, οὓς ἔφην τὰ κοινὰ [2] θύειν ὑπὲρ τῶν φρατριῶν ἱερά. τὴν δὲ δευτέραν τοῖς καλουμένοις ὑπὸ μὲν Ἑλλήνων στεφανηφόροις, ὑπὸ δὲ Ῥωμαίων φλάμοσιν, οὓς ἐπὶ τῆς φορήσεως τῶν πίλων τε καὶ στεμμάτων, καὶ νῦν ἔτι φοροῦσι φλάμα καλοῦντες, οὕτω προσαγορεύουσι. [3] τὴν δὲ τρίτην τοῖς ἡγεμόσι τῶν κελερίων, οὓς ἔφην ἱππεῖς τε καὶ πεζοὺς στρατευομένους φύλακας ἀποδείκνυσθαι τῶν βασιλέων, καὶ γὰρ οὗτοι τεταγμένας τινὰς [p. 246] [4] ἱερουργίας ἐπετέλουν. τὴν δὲ τετάρτην τοῖς ἐξηγουμένοις τὰ θεόπεμπτα σημεῖα καὶ διαιροῦσι τίνων ἐστὶ μηνύματα πραγμάτων ἰδίᾳ τε καὶ δημοσίᾳ, οὓς ἀφ᾽ ἑνὸς εἴδους τῶν θεωρημάτων τῆς τέχνης Ῥωμαῖοι καλοῦσιν αὔγορας, ἡμεῖς δ᾽ ἂν εἴποιμεν οἰωνοπόλους, ἁπάσης τῆς μαντικῆς παρ᾽ αὐτοῖς ὄντας ἐπιστήμονας τῆς τε περὶ τὰ οὐράνια καὶ τὰ μετάρσια καὶ [5] τὰ ἐπίγεια. τὴν δὲ πέμπτην ταῖς φυλαττούσαις τὸ ἱερὸν πῦρ παρθένοις, αἳ καλοῦνται πρὸς αὐτῶν ἐπὶ τῆς θεᾶς ἣν θεραπεύουσιν ἑστιάδες, αὐτὸς πρῶτος ἱερὸν ἱδρυσάμενος Ῥωμαίοις Ἑστίας καὶ παρθένους ἀποδείξας αὐτῇ θυηπόλους: ὑπὲρ ὧν ὀλίγα καὶ αὐτὰ τἀναγκαιότατα τῆς ὑποθέσεως ἀπαιτούσης ἀναγκαῖον εἰπεῖν. ἔστι γὰρ καὶ ζητήσεως ἠξίωται καὶ παρὰ πολλοῖς τῶν Ῥωμαϊκῶν συγγραφέων κατὰ τὸν τόπον τοῦτον, ὑπὲρ ὧν οἱ τὰς αἰτίας οὐκ ἐξητακότες ἐπιμελῶς εἰκαιοτέρας ἐξήνεγκαν τὰς γραφάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: