previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4] παρίεμεν οὖν αὐτοῖς τὴν ἁμαρτάδα ταύτην ἀζήμιον καὶ οὔτε ἐλευθερίαν οὔτε κτῆσιν οὔτ᾽ ἄλλο τῶν ἀγαθῶν οὐδὲν τοὺς πολίτας ὑμῶν ἀφαιρούμεθα. ἐφίεμεν δὲ τοῖς τε μένειν γλιχομένοις ἐκεῖ καὶ τοῖς μετενέγκασθαι βουλομένοις τὰς οἰκήσεις ἀκίνδυνόν τε καὶ ἀμεταμέλητον τὴν αἵρεσιν. τοῦ δὲ μηδὲν ἔτι αὐτοὺς ἐπεξαμαρτεῖν μηδ᾽ εὑρεθῆναί τι χρῆμα, ποιήσει τὰς πόλεις διαλύσασθαι τὴν πρὸς ἡμᾶς φιλίαν, φάρμακον ἡγούμεθα κράτιστον εἶναι πρὸς εὐδοξίαν τε καὶ πρὸς [p. 204] ἀσφάλειαν τὸ αὐτὸ χρήσιμον ἀμφοτέροις, εἰ ποιήσαιμεν ἀποικίας τῆς Ῥώμης τὰς πόλεις καὶ συνοίκους αὐταῖς πέμψαιμεν αὐτόθεν τοὺς ἱκανούς. ἄπιτε οὖν ἀγαθὴν ἔχουσαι διάνοιαν καὶ διπλασίως πρότερον ἀσπάζεσθε καὶ τιμᾶτε τοὺς ἄνδρας, ὑφ᾽ ὧν γονεῖς τε ὑμῶν ἐσώθησαν καὶ ἀδελφοὶ καὶ πατρίδες ἐλεύθεραι ἀφίενται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: