previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν δ᾽ εἰς ἀλλήλους ἀδικημάτων οὐ χρονίους ἀλλὰ ταχείας ἐποιεῖτο τὰς κρίσεις τὰ μὲν αὐτὸς διαιτῶν, τὰ δ᾽ ἄλλοις ἐπιτρέπων, καὶ τὰς τιμωρίας αὐτῶν πρὸς τὰ μεγέθη τῶν ἁμαρτημάτων ἐποιεῖτο. ἀποτρέπειν τε ἀνθρώπους ἀπὸ παντὸς ἔργου πονηροῦ τὸν φόβον μάλιστα δυνάμενον ὁρῶν πολλὰ εἰς τοῦτο παρεσκευάσατο χωρίον τε, ἐν καθεζόμενος ἐδίκαζεν, ἐν τῷ φανερωτάτῳ τῆς ἀγορᾶς καὶ στρατιωτῶν, οἳ παρηκολούθουν αὐτῷ τριακόσιοι τὸν ἀριθμὸν ὄντες, καταπληκτικώτατοι τὴν πρόσοψιν, ῥάβδους τε καὶ πελέκεις ὑπ᾽ ἀνδρῶν δώδεκα φερομένους, οἷς τοὺς μὲν ἄξια μαστίγων δεδρακότας ἔξαινον ἐν ἀγορᾷ, τῶν δὲ τὰ μέγιστα ἠδικηκότων τοὺς τραχήλους ἀπέκοπτον ἐν τῷ φανερῷ. [2] τοιοῦτος μὲν δή τις κόσμος ἦν τῆς κατασκευασθείσης ὑπὸ Ῥωμύλου πολιτείας: ἀπόχρη γὰρ ἐκ τούτων καὶ περὶ τῶν ἄλλων εἰκάσαι. [p. 196]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: