previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα περὶ τῶν θρησκευόντων τοὺς θεοὺς καταστησάμενος διῄρει πάλιν, ὡς ἔφην, κατ᾽ ἐπιτηδειότητα ταῖς φράτραις τὰ ἱερά, θεοὺς ἀποδεικνὺς ἑκάστοις καὶ δαίμονας, οὓς ἔμελλον ἀεὶ σέβειν, καὶ τὰς εἰς τὰ ἱερὰ δαπάνας ἔταξεν, ἃς ἐχρῆν αὐτοῖς ἐκ τοῦ δημοσίου δίδοσθαι. [2] συνέθυόν τε τοῖς ἱερεῦσιν οἱ φρατριεῖς τὰς ἀπομερισθείσας αὐτοῖς θυσίας καὶ συνειστιῶντο κατὰ τὰς ἑορτὰς ἐπὶ τῆς φρατριακῆς ἑστίας: ἑστιατόριον γὰρ ἦν κατεσκευασμένον ἑκάστῃ φράτρᾳ καὶ ἐν αὐτῷ καθωσίωτό τις, ὥσπερ ἐν τοῖς Ἑλληνικοῖς πρυτανείοις, ἑστία κοινὴ τῶν φρατριῶν. ὄνομα δὲ καὶ τοῖς ἑστιατορίοις ἦν, ὅπερ ταῖς φράτραις, κουρίαι καὶ μέχρις ἡμῶν οὕτω καλοῦνται. [3] τοῦτο τὸ πολίτευμα δοκεῖ μοι λαβεῖν ἐκ τῆς Λακεδαιμονίων ἀγωγῆς τῆς περὶ τὰ φιδίτια κατ᾽ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ἣν Λυκοῦργος εἰσηγήσασθαι δοκεῖ παρὰ Κρητῶν μαθών, καὶ μεγάλα τὴν πόλιν ὠφελῆσαι ἐν εἰρήνῃ μὲν εἰς εὐτέλειαν ἄγων τοὺς βίους καὶ σωφροσύνην τῆς καθ᾽ ἡμέραν διαίτης, ἐν πολέμῳ δ᾽ εἰς αἰδῶ καὶ πρόνοιαν καταστήσας ἕκαστον τοῦ [p. 185] μὴ καταλιπεῖν τὸν παραστάτην, καὶ συνέσπεισε καὶ [4] συνέθυσε καὶ κοινῶν ἱερῶν μετέσχεν. καὶ οὐ μόνον τῆς περὶ ταῦτα σοφίας χάριν ἄξιος ἐπαινεῖσθαι ἀνήρ, ἀλλὰ καὶ τῆς εὐτελείας τῶν θυσιῶν, αἷς γεραίρεσθαι τοὺς θεοὺς ἐνομοθέτησεν, ὧν αἱ πλεῖσται διέμενον ἕως τῆς καθ᾽ ἡμᾶς ἡλικίας, εἰ μὴ καὶ πᾶσαι κατὰ τὸν ἀρχαῖον ἐπιτελούμεναι τρόπον. [5] ἐγὼ γοῦν ἐθεασάμην ἐν ἱεραῖς οἰκίαις δεῖπνα προκείμενα θεοῖς ἐπὶ τραπέζαις ξυλίναις ἀρχαϊκαῖς ἐν κάνησι καὶ πινακίσκοις κεραμεοῖς, ἀλφίτων μάζας καὶ πόπανα καὶ ζέας καὶ καρπῶν τινων ἀπαρχὰς καὶ ἄλλα τοιαῦτα λιτὰ καὶ εὐδάπανα καὶ πάσης ἀπειροκαλίας ἀπηλλαγμένα: καὶ σπονδὰς εἶδον ἐγκεκραμένας οὐκ ἐν ἀργυροῖς καὶ χρυσοῖς ἄγγεσιν, ἀλλ᾽ ἐν ὀστρακίναις κυλίσκαις καὶ πρόχοις, καὶ πάνυ ἠγάσθην τῶν ἀνδρῶν ὅτι διαμένουσιν ἐν τοῖς πατρίοις ἔθεσιν οὐδὲν ἐξαλλάττοντες τῶν ἀρχαίων ἱερῶν εἰς τὴν ἀλαζόνα πολυτέλειαν. [6] ἔστι μὲν οὖν καὶ Νόμας Πομπίλιος μετὰ Ῥωμύλον ἄρξας τῆς πόλεως κατεστήσατο μνήμης ἄξια καὶ λόγου, περιττὸς τὴν γνώμην ἀνὴρ καὶ τὰ θεῖα ἐξηγήσασθαι σοφὸς ἐν ὀλίγοις, ὑπὲρ ὧν ὕστερον ἐρῶ, καὶ Τύλλος Ὁστίλιος τρίτος ἀπὸ Ῥωμύλου βασιλεύσας καὶ πάντες οἱ μετ᾽ ἐκεῖνον γενόμενοι βασιλεῖς: ἀλλ᾽ τὰ σπέρματα καὶ τὰς ἀρχὰς αὐτοῖς παρασχὼν καὶ τὰ κυριώτατα καταστησάμενος τῶν περὶ τὰ θεῖα νομίμων Ῥωμύλος ἦν. [p. 186]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: