previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τρίτον ἦν ἔτι Ῥωμύλου πολίτευμα, πάντων μάλιστα τοὺς Ἕλληνας ἀσκεῖν ἔδει, κράτιστον ἁπάντων πολιτευμάτων ὑπάρχον, ὡς ἐμὴ δόξα φέρει, καὶ τῆς βεβαίου Ῥωμαίοις ἐλευθερίας ἦρχε καὶ τῶν ἐπὶ τὴν ἡγεμονίαν ἀγόντων οὐκ ἐλαχίστην μοῖραν παρέσχε, τὸ μήτε κατασφάττειν ἡβηδὸν τὰς ἁλούσας πολέμῳ πόλεις μήτε ἀνδραποδίζεσθαι μηδὲ γῆν αὐτῶν ἀνιέναι μηλόβοτον, ἀλλὰ κληρούχους εἰς αὐτὰς ἀποστέλλειν ἐπὶ μέρει τινὶ τῆς χώρας καὶ ποιεῖν ἀποικίας τῆς Ῥώμης τὰς κρατηθείσας, ἐνίαις δὲ καὶ πολιτείας μεταδιδόναι. [2] ταῦτά τε δὴ καὶ τἆλλα τούτοις ὅμοια καταστησάμενος πολιτεύματα μεγάλην ἐκ μικρᾶς ἐποίησε τὴν ἀποικίαν, ὡς αὐτὰ τὰ ἔργα ἐδήλωσεν. οἱ μὲν γὰρ συνοικίσαντες μετ᾽ αὐτοῦ τὴν Ῥώμην οὐ πλείους ἦσαν ἀνδρῶν τρισχιλίων πεζοὶ καὶ τριακοσίων ἐλάττους ἱππεῖς: οἱ δὲ καταλειφθέντες ὑπ᾽ ἐκείνου, ὅτ᾽ ἐξ ἀνθρώπων ἠφανίσθη, πεζοὶ μὲν ἑξακισχίλιοι πρὸς τέτταρσι μυριάσιν, ἱππεῖς δ᾽ οὐ πολὺ ἀπέχοντες χιλίων. [3] ἐκείνου δὲ ἄρξαντος τῶν πολιτευμάτων τούτων οἵ τε βασιλεῖς οἱ μετ᾽ αὐτὸν ἡγησάμενοι τῆς πόλεως τὴν αὐτὴν ἐφυλάξαντο προαίρεσιν καὶ οἱ μετ᾽ ἐκείνους τὰς ἐνιαυσίους λαμβάνοντες ἀρχὰς ἔστιν καὶ προστιθέντες, οὕτως ὥστε μηδενὸς ἔθνους τοῦ δοκοῦντος εἶναι πολυανθρωποτάτου τὸν Ῥωμαίων γενέσθαι δῆμον ἐλάττονα. [p. 177]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: