previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστή, ἣν ἐνίκα στάδιον Τορύμβας Θεσσαλὸς ἄρχοντος Ἀθήνησι Φρασικλέους: ὕπατοι δὲ ἀπεδείχθησαν ἐν Ῥώμῃ Πόπλιος Οὐολούμνιος καὶ Σερούιος Σολπίκιος Καμερῖνος. οὗτοι στρατιὰν μὲν οὐδεμίαν ἐξήγαγον οὔτε ἐπὶ τιμωρίας ἀναπράξει τῶν ἀδικούντων σφᾶς τε αὐτοὺς καὶ τοὺς συμμάχους οὔθ᾽ ὡς διὰ φυλακῆς τὰ οἰκεῖα ἕξοντες: τῶν δ᾽ ἐντὸς τείχους κακῶν πρόνοιαν ἐποιοῦντο, μή τι δεινὸν δῆμος ἐπὶ τῇ βουλῇ συστὰς ἐξεργάσηται. [2] ἐταράττετο γὰρ αὖθις ὑπὸ τῶν δημάρχων ἀναδιδασκόμενος, ὅτι πολιτειῶν κρατίστη τοῖς ἐλευθέροις ἐστὶν [p. 2] ἰσηγορία, καὶ κατὰ νόμους ἠξίου διοικεῖσθαι τά τε ἰδιωτικὰ καὶ τὰ δημόσια. οὔπω γὰρ τότε ἦν οὔτ᾽ ἰσονομία παρὰ Ῥωμαίοις οὔτ᾽ ἰσηγορία, οὐδ᾽ ἐν γραφαῖς ἅπαντα τὰ δίκαια τεταγμένα: ἀλλὰ τὸ μὲν ἀρχαῖον οἱ βασιλεῖς αὐτῶν ἔταττον τοῖς δεομένοις τὰς δίκας, καὶ [3] τὸ δικαιωθὲν ὑπ᾽ ἐκείνων τοῦτο νόμος ἦν. ὡς δ᾽ ἐπαύσαντο μοναρχούμενοι, τοῖς κατ᾽ ἐνιαυτὸν ὑπατεύουσιν ἀνέκειτο τά τε ἄλλα τῶν βασιλέων ἔργα καὶ τοῦ δικαίου διάγνωσις, καὶ τοῖς ἀμφισβητοῦσι πρὸς ἀλλήλους ὑπὲρ ὁτουδήτινος ἐκεῖνοι τὰ δίκαια οἱ διαιροῦντες ἦσαν. [4] τούτων δὲ τὰ μὲν πολλὰ τοῖς τρόποις τῶν ἀρχόντων ἀριστίνδην ἀποδεικνυμένων ἐπὶ τὰς ἀρχὰς ἀκόλουθα ἦν: κομιδῇ δ᾽ ὀλίγα τινὰ ἐν ἱεραῖς ἦν βύβλοις ἀποκείμενα, νόμων εἶχε δύναμιν, ὧν οἱ πατρίκιοι τὴν γνῶσιν εἶχον μόνοι διὰ τὰς ἐν ἄστει διατριβάς, οἱ δὲ πολλοὶ ἐμπορευόμενοί τε καὶ γεωργοῦντες διὰ πολλῶν ἡμερῶν εἰς ἄστυ καταβαίνοντες ἐπὶ τὰς ἀγορὰς ἄπειροι ἔτι ἦσαν. [5] τὸ δὲ πολίτευμα τοῦτο πρῶτος μὲν ἐπείρασεν εἰσαγαγεῖν Γάιος Τερέντιος δημαρχῶν ἐν τῷ παρελθόντι ἔτει, ἀτελὲς δὲ ἠναγκάσθη καταλιπεῖν τοῦ τε πλήθους ὄντος ἐπὶ στρατοπέδων καὶ τῶν ὑπάτων ἐπίτηδες ἐν τῇ πολεμίᾳ γῇ τὰς δυνάμεις κατασχόντων, ἕως τῆς ἀρχῆς αὐτοῖς παρέλθῃ χρόνος. [p. 3]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: