previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χρόνου δέ τινος ἐν τούτῳ διαγενομένου, ἐπειδὴ οὐδὲν ἐμειοῦτο τὸ τῆς στάσεως, δόξαν ἀμφοῖν τῷ μητροπάτορι ἐπιτέψαι παρῆσαν εἰς τὴν Ἄλβαν. δὲ αὐτοῖς ταῦτα ὑποτίθεται: θεοὺς ποιήσασθαι δικαστάς, ὁποτέρου χρὴ τὴν ἀποικίαν λέγεσθαι καὶ τὴν ἡγεμονίαν εἶναι. ταξάμενος δὲ αὐτοῖς ἡμέραν ἐκέλευσεν ἐξ ἑωθινοῦ καθέζεσθαι χωρὶς ἀλλήλων, ἐν αἷς ἑκάτεροι ἀξιοῦσιν ἕδραις: προθύσαντας δὲ τοῖς θεοῖς ἱερὰ τὰ νομιζόμενα φυλάττειν οἰωνοὺς αἰσίους: ὁποτέρῳ δ᾽ ἂν οἱ ὄρνιθες προτέρῳ κρείττους γένωνται, [2] τοῦτον ἄρχειν τῆς ἀποικίας. ἀπῄεσαν οἱ νεανίσκοι ταῦτ᾽ ἐπαινέσαντες καὶ κατὰ τὰ συγκείμενα παρῆσαν ἐν τῇ κυρίᾳ τῆς πράξεως ἡμέρᾳ. ἦν δὲ Ῥωμύλῳ μὲν οἰωνιστήριον, ἔνθα ἠξίου τὴν ἀποικίαν ἱδρῦσαι, τὸ Παλλάντιον, Ῥώμῳ δ᾽ προσεχὴς ἐκείνῳ λόφος Αὐεντῖνος καλούμενος, ὡς δέ τινες ἱστοροῦσιν Ῥεμορία: φυλακή τε ἀμφοῖν παρῆν οὐκ ἐπιτρέψουσα τι μὴ φανείη λέξειν. [3] ὡς δὲ τὰς προσηκούσας ἕδρας ἔλαβον ὀλίγον ἐπισχὼν χρόνον Ῥωμύλος ὑπὸ σπουδῆς τε καὶ τοῦ πρὸς τὸν ἀδελφὸν φθόνου, ὡς δὲ καὶ φθόνος ἴσως δὲ καὶ θεὸς οὕτως ἐνῆγε, πρὶν καὶ ὁτιοῦν σημεῖον θεάσασθαι πέμψας ὡς τὸν ἀδελφὸν ἀγγέλους ἥκειν ἠξίου διαταχέων, ὡς πρότερος ἰδὼν οἰωνοὺς αἰσίους. ἐν δὲ οἱ πεμφθέντες ὑπ᾽ αὐτοῦ δι᾽ αἰσχύνης ἔχοντες τὴν ἀπάτην οὐ σπουδῇ ἐχώρουν, τῷ Ῥώμῳ γῦπες [p. 146] ἐπισημαίνουσιν ἓξ ἀπὸ τῶν δεξιῶν πετόμενοι. καὶ ο μὲν ἰδὼν τοὺς ὄρνιθας περιχαρὴς ἐγένετο, μετ᾽ οὐ πολὺ δὲ οἱ παρὰ τοῦ Ῥωμύλου πεμφθέντες ἀναστήσαντες αὐτὸν ἄγουσιν ἐπὶ τὸ Παλλάντιον. [4] ἐπεὶ δὲ ἐν τῷ αὐτῷ ἐγένοντο ἤρετο μὲν τὸν Ῥωμύλον Ῥῶμος, οὕς2τινας οἰωνοὺς ἴδοι πρότερος, δὲ ἐν ἀπόρῳ γίνεται τι ἀποκρίναιτο. ἐν δὲ τούτῳ δώδεκα γῦπες αἴσιοι πετόμενοι ὤφθησαν, οὺς ἰδὼν θαρρεῖ τε καὶ τῷ Ῥώμῳ δείξας λέγει, Τί γὰρ ἀξιοῖς τὰ πάλαι γενόμενα μαθεῖν; τούς2δε γὰρ δή που τοὺς οἰωνοὺς αὐτὸς ὁρᾷς. δὲ ἀγανακτεῖ τε καὶ δεινὰ ποιεῖται, ὡς διηρτημένος ὑπ᾽ αὐτοῦ, τῆς τε ἀποικίας οὐ μεθήσεσθαι αὐτῷ φησιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: