previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄρχομαι μὲν οὖν τῆς ἱστορίας ἀπὸ τῶν παλαιοτάτων μύθων, οὓς παρέλιπον οἱ πρὸ ἐμοῦ γενόμενοι συγγραφεῖς χαλεποὺς ὄντας ἄνευ πραγματείας μεγάλης ἐξευρεθῆναι: [2] καταβιβάζω δὲ τὴν διήγησιν ἐπὶ τὴν ἀρχὴν τοῦ πρώτου Φοινικικοῦ πολέμου τὴν γενομένην ἐνιαυτῷ τρίτῳ τῆς ὀγδόης καὶ εἰκοστῆς ἐπὶ ταῖς ἑκατὸν ὀλυμπιάσιν. ἀφηγοῦμαι δὲ τούς τε ὀθνείους πολέμους τῆς πόλεως ἅπαντας, ὅσους ἐν ἐκείνοις τοῖς χρόνοις ἐπολέμησε, καὶ τὰς ἐμφυλίους στάσεις [p. 13] ὁπόσας ἐστασίασεν, ἐξ οἵων αἰτιῶν ἐγένοντο καὶ δἰ οἵων τρόπων τε καὶ λόγων κατελύθησαν: πολιτειῶν τε ἰδέας διέξειμι πάσας ὅσαις ἐχρήσατο βασιλευομένη τε καὶ μετὰ τὴν κατάλυσιν τῶν μονάρχων, καὶ τίς ἦν αὐτῶν ἑκάστης κόσμος: ἔθη τε τὰ κράτιστα καὶ νόμους τοὺς ἐπιφανεστάτους διηγοῦμαι καὶ συλλήβδην ὅλον ἀποδείκνυμι τὸν ἀρχαῖον βίον τῆς πόλεως. [3] σχῆμα δὲ ἀποδίδωμι τῇ πραγματείᾳ οὔθ᾽ ὁποῖον οἱ τοὺς πολέμους μόνους ἀναγράψαντες ἀποδεδώκασι ταῖς ἱστορίαις οὔθ᾽ ὁποῖον οἱ τὰς πολιτείας αὐτὰς ἐξ̓ ἑαυτῶν διηγησάμενοι οὔτε ταῖς χρονικαῖς παραπλήσιον, ἃς ἐξέδωκαν οἱ τὰς Ἀτθίδας πραγματευσάμενοι: μονοειδεῖς γὰρ ἐκεῖναί τε καὶ ταχὺ προσιστάμεναι τοῖς ἀκούουσιν: ἀλλ᾽ ἐξ ἁπάσης ἰδέας μικτὸν ἐναγωνίου τε καὶ θεωρητικῆς καὶ ἡδείας, ἵνα καὶ τοῖς περὶ τοὺς πολιτικοὺς διατρίβουσι λόγους καὶ τοῖς περὶ τὴν φιλόσοφον ἐσπουδακόσι θεωρίαν καὶ εἴ τισιν ἀοχλήτου δεήσει διαγωγῆς ἐν ἱστορικοῖς ἀναγνώσμασιν, [4] ἀποχρώντως ἔχουσα φαίνηται. μὲν οὖν ἱστορία περὶ τοιούτων τε γενήσεται πραγμάτων καὶ τοιούτου τεύξεται σχήματος: δὲ συντάξας αὐτὴν Διονύσιός εἰμι Ἀλεξάνδρου Ἁλικαρνασεύς: ἄρχομαι δ᾽ ἐνθένδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: