previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ μὴν ἀπό γε τῆς ἐκβολῆς τῶν βασιλέων ἐπὶ τὸν πρῶτον ἄρξαντα τῆς πόλεως Ῥωμύλον ἀναβιβασθεὶς χρόνος ἔτη τέτταρα πρὸς τοῖς τετταράκοντα καὶ διακοσίοις ἀποτελεῖ. γνωρίζεται δὲ τοῦτο ταῖς διαδοχαῖς τῶν βασιλέων καὶ τοῖς ἔτεσιν, οἷς ἕκαστοι κατέσχον τὴν ἀρχήν. Ῥωμύλος μὲν γὰρ κτίσας τὴν πόλιν ἑπτὰ καὶ τριάκοντα ἔτη λέγεται κατασχεῖν τὴν δυναστείαν: μετὰ δὲ τὸν Ῥωμύλου θάνατον ἀβασίλευτος πόλις γενέσθαι χρόνον ἐνιαύσιον. [2] ἔπειτα Νόμας Πομπίλιος [p. 122] αἱρεθεὶς ὑπὸ τοῦ δήμου τρία καὶ τετταράκοντα ἔτη βασιλεῦσαι. Τύλλος δὲ Ὁστίλιος μετὰ Νόμαν δύο καὶ τριάκοντα. δ᾽ ἐπὶ τούτῳ βασιλεύσας Ἄγκος Μάρκιος τέτταρα πρὸς τοῖς εἴκοσι. μετὰ δὲ Μάρκιον Λεύκιος Ταρκύνιος κληθεὶς Πρίσκος ὀκτὼ καὶ τριάκοντα. τοῦτον δὲ διαδεξάμενος Σερούϊος Τύλλιος τετταράκοντα καὶ τέτταρα. Σερούϊον δὲ ἀνελὼν Λεύκιος Ταρκύνιος τυραννικὸς καὶ διὰ τὴν τοῦ δικαίου ὑπεροψίαν κληθεὶς Σούπερβος ἕως εἰκοστοῦ καὶ πέμπτου προαγαγεῖν τὴν ἀρχήν. [3] τεττάρων δὲ καὶ τετταράκοντα καὶ διακοσίων ἀναπληρουμένων ἐτῶν, κατέσχον οἱ βασιλεῖς, ὀλυμπιάδων δὲ μιᾶς καὶ ἑξήκοντα πᾶσα ἀνάγκη τὸν πρῶτον ἄρξαντα τῆς πόλεως Ῥωμύλον ἔτει πρώτῳ τῆς ἑβδόμης ὀλυμπιάδος παρειληφέναι τὴν βασιλείαν ἄρχοντος Ἀθήνησι τῆς δεκαετίας Χάροπας ἔτος πρῶτον. τοῦτο γὰρ λογισμὸς τῶν ἐτῶν ἀπαιτεῖ. ὅτι δὲ τοσαῦτα ἕκαστος τῶν βασιλέων ἦρξεν ἔτη δι᾽ ἐκείνου δηλοῦταί μοι τοῦ λόγου. [4] τὰ μὲν δὴ περὶ τοῦ χρόνου καθ᾽ ὃν νῦν δυναστεύουσα πόλις ᾠκίσθη τοῖς τε πρὸ ἐμοῦ γενομένοις εἰρημένα κἀμοὶ δοκοῦντα τοιάδ᾽ ἐστιν. οἰκισταὶ δ᾽ αὐτῆς οἵτινες ἦσαν καὶ τίσι τύχαις χρησάμενοι τὴν ἀποικίαν ἔστειλαν ὅσα τε ἄλλα περὶ τὴν κτίσιν ταύτην ἱστόρηται πολλοῖς μὲν εἴρηται καὶ διαφόρως τὰ πλεῖστα ἐνίοις, λεχθήσεται δὲ κἀμοὶ τὰ πιθανώτατα τῶν μνημονευομένων. ἔχει δὲ ὧδε: [p. 123]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: