previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐκ δὲ τῆς Παλλήνης ἄραντες οἱ Τρῶες εἰς Δῆλον ἀφικνοῦνται βασιλεύοντος αὐτῆς Ἀνίου: καὶ ἦν πολλὰ σημεῖα ἐν Δήλῳ τῆς Αἰνείου τε καὶ Τρώων παρουσίας, ἕως ἤνθει τε καὶ ᾤκισθ᾽ νῆσος. ἔπειτα εἰς Κύθηρα νῆσον ἑτέραν, πρόκειται Πελοποννήσου, [2] παραγενόμενοι ἱερὸν Ἀφροδίτης ἱδρύονται. ἀπὸ δὲ Κυθήρων ποιούμενοι τὸν πλοῦν οὐ πρόσω τῆς Πελοποννήσου τελευτήσαντα τῶν ἑταίρων τινὰ τῶν Αἰνείου Κίναιθον ἐπὶ τῶν ἀκρωτηρίων τινὸς θάπτουσιν, νῦν ἀπ᾽ ἐκείνου Κιναίθιον καλεῖται: καὶ τὴν πρὸς Ἀρκάδας συγγένειαν ἀνανεωσάμενοι, περὶ ἧς ἐν ὑστέρῳ λόγῳ διηγήσομαι, χρόνον τε ὀλίγον περὶ ταῦτα τὰ χωρία διατρίψαντες καὶ ὑπολιπόμενοί τινας σφῶν αὐτῶν εἰς Ζάκυνθον ἀφικνοῦνται. [3] δεξαμένων δ᾽ αὐτοὺς καὶ τῶν Ζακυνθίων πρὸς φιλίαν διὰ τὸ [p. 80] συγγενές: Δαρδάνῳ γὰρ τῷ Διὸς καὶ Ἠλέκτρας τῆς Ἀτλαντίδος δύο γενέσθαι φασὶν ἐκ Βατείας παῖδας, Ζάκυνθόν τε καὶ Ἐριχθόνιον, ὧν μὲν Αἰνείου πρόγονος ἦν, Ζάκυνθος δὲ τῆς νήσου κτίστης: ταύτης τε δὴ τῆς συγγενείας ἀναμνήσει καὶ φιλοφροσύνῃ τῶν ἐπιχωρίων διατρίβοντες αὐτόθι καὶ ἅμα ἀπλοίᾳ κατειργόμενοι θύουσιν Ἀφροδίτῃ πρὸς τῷ κατασκευασθέντι ἱερῷ θυσίαν, ἣν εἰς τόδε χρόνου συντελοῦσι κοινῇ Ζακύνθιοι, καὶ ἀγῶνα ποιοῦσιν ἐφήβοις τῶν τε ἄλλων ἀγωνισμάτων καὶ δρόμου: τὸ δὲ νικητήριον πρῶτος ἐλθὼν εἰς τὸν νεὼν λαμβάνει: λέγεται δὲ Αἰνείου καὶ Ἀφροδίτης δρόμος, καὶ [4] ξόανα τούτων ἕστηκεν ἀμφοτέρων. ἐκεῖθεν δὲ πελάγιον ποιησάμενοι τὸν πλοῦν εἰς Λευκάδα κατάγονται, κατεχόντων ἔτι τὸ χωρίον Ἀκαρνάνων. κἀν ταύτῃ πάλιν ἱερὸν Ἀφροδίτης ἱδρύονται τοῦτο, νῦν ἐστιν ἐν τῇ νησῖδι τῇ μεταξὺ τοῦ Διορύκτου τε καὶ τῆς πόλεως, καλεῖται δὲ Ἀφροδίτης Αἰνειάδος. ἄραντες δὲ αὐτόθεν ἐπί τε Ἄκτιον ἐλθόντες ὁρμίζονται τοῦ Ἀμβρακικοῦ κόλπου πρὸς τὸ ἀκρωτήριον. κἀκεῖθεν εἰς Ἀμβρακίαν ἀφικνοῦνται πόλιν, ἧς ἐβασίλευεν Ἄμβραξ Δεξαμενοῦ τοῦ Ἡρακλέους, καὶ ὑπολείπονται ἑκατέρωθι μνημεῖα τῆς ἀφίξεως: ἐν Ἀκτίῳ μὲν Ἀφροδίτης Αἰνειάδος ἱερὸν καὶ πλησίον αὐτοῦ θεῶν μεγάλων, καὶ εἰς ἐμὲ ἦν: ἐν δὲ Ἀμβρακίᾳ ἱερόν τε τῆς αὐτῆς θεοῦ καὶ ἡρῶον Αἰνείου πλησίον τοῦ μικροῦ θεάτρου, ἐν καὶ ξόανον μικρὸν ἀρχαϊκὸν Αἰνείου [p. 81] λεγόμενον, καὶ αὐτὸ θυσίαις ἐγέραιρον αἱ καλούμεναι παρ᾽ αὐτοῖς ἀμφίπολοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: