previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι δ᾽ οὐκ ἄνευ λογισμοῦ καὶ προνοίας ἔμφρονος ἐπὶ τὰ παλαιὰ τῶν ἱστορουμένων περὶ αὐτῆς ἐτραπόμην, ἀλλ᾽ ἔχων εὐλογίστους ἀποδοῦναι τῆς προαιρέσεως αἰτίας, ὀλίγα βούλομαι προειπεῖν, ἵνα μή τινες ἐπιτιμήσωσί μοι τῶν πρὸς ἅπαντα φιλαιτίων, οὐδέν πω τῶν μελλόντων δηλοῦσθαι προακηκοότες, ὅτι τῆς ἀοιδίμου γενομένης καθ᾽ ἡμᾶς πόλεως ἀδόξους καὶ πάνυ ταπεινὰς τὰς πρώτας ἀφορμὰς λαβούσης καὶ οὐκ ἀξίας ἱστορικῆς ἀναγραφῆς, οὐ πολλαῖς δὲ γενεαῖς πρότερον εἰς ἐπιφάνειαν καὶ δόξαν ἀφιγμένης, [p. 7] ἐξ οὗ τάς τε Μακεδονικὰς καθεῖλε δυναστείας καὶ τοὺς Φοινικικοὺς κατώρθωσε πολέμους, ἐξόν μοι τῶν ἐνδόξων τινὰ λαβεῖν αὐτῆς ὑποθέσεων, ἐπὶ τὴν οὐδὲν ἔχουσαν ἐπιφανὲς ἀρχαιολογίαν ἀπέκλινα. [2] ἔτι γὰρ ἀγνοεῖται παρὰ τοῖς Ἕλλησιν ὀλίγου δεῖν πᾶσιν παλαιὰ τῆς Ῥωμαίων πόλεως ἱστορία, καὶ δόξαι τινὲς οὐκ ἀληθεῖς, ἀλλ᾽ ἐκ τῶν ἐπιτυχόντων ἀκουσμάτων τὴν ἀρχὴν λαβοῦσαι τοὺς πολλοὺς ἐξηπατήκασιν, ὡς ἀνεστίους μέν τινας καὶ πλάνητας καὶ βαρβάρους καὶ οὐδὲ τούτους ἐλευθέρους οἰκιστὰς εὐχομένης, οὐ δι᾽ εὐσέβειαν δὲ καὶ δικαιοσύνην καὶ τὴν ἄλλην ἀρετὴν ἐπὶ τὴν ἁπάντων ἡγεμονίαν σὺν χρόνῳ παρελθούσης, ἀλλὰ δι᾽ αὐτοματισμόν τινα καὶ τύχην ἄδικον εἰκῆ δωρουμένην τὰ μέγιστα τῶν ἀγαθῶν τοῖς ἀνεπιτηδειοτάτοις: καὶ οἵ γε κακοηθέστεροι κατηγορεῖν εἰώθασι τῆς τύχης κατὰ τὸ φανερὸν ὡς βαρβάρων τοῖς πονηροτάτοις τὰ τῶν Ἑλλήνων ποριζομένης ἀγαθά. [3] καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὅπου γε καὶ τῶν συγγραφέων τινὲς ἐτόλμησαν ἐν ταῖς ἱστορίαις ταῦτα γράψαντες καταλιπεῖν, βασιλεῦσι βαρβάροις μισοῦσι τὴν ἡγεμονίαν, οἷς δουλεύοντες αὐτοὶ καὶ τὰ καθ᾽ ἡδονὰς ὁμιλοῦντες διετέλεσεν, οὔτε δικαίας οὔτε ἀληθεῖς ἱστορίας χαριζόμενοι; [p. 8]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: