previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ Πελασγοὶ πολλῆς καὶ ἀγαθῆς χώρας [p. 36] κρατήσαντες, πόλεις τε πολλὰς μὲν παραλαβόντες, ἄλλας δ᾽ αὐτοὶ κατασκευάσαντες, μεγάλην καὶ ταχεῖαν ἐπίδοσιν ἔλαβον εἰς εὐανδρίαν καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐτυχίαν, ἧς οὐ πολὺν ὤναντο χρόνον: ἀλλ᾽ ἡνίκα μάλιστα τοῖς σύμπασιν ἀνθεῖν ἐδόκουν, δαιμονίοις τισὶ χόλοις ἐλαστρηθέντες οἱ μὲν ὑπὸ τῶν θείων συμφορῶν, οἱ δὲ ὑπὸ τῶν προσοικούντων βαρβάρων ἐξεφθάρησαν, τὸ δὲ πλεῖστον αὐτῶν μέρος εἰς τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον αὖθις ἐσκεδάσθη ῾περὶ ὧν πολὺς ἂν εἴη λόγος, εἰ βουλοίμην τὴν ἀκρίβειαν γράφειν᾽, ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ τῶν Ἀβοριγίνων προνοίᾳ. [2] πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτ᾽ ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος γενέσθαι διέμεινεν, ἀλλ᾽ ὠμοὶ κατέρρεον, οὔθ᾽ ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν ἕως στάχυος ἀκμῆς τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους, οὔτε πόα κτήνεσιν ἐφύετο διαρκής, τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δ᾽ ὑπελίμπανε θέρους, [3] τὰ δ᾽ εἰς τέλος ἀπεσβέννυτο. ἀδελφὰ δὲ τούτοις ἐγίνετο περί τε προβάτων καὶ γυναικῶν γονάς: γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα, κατὰ τοὺς τόκους διεφθείρετο ἔστιν καὶ τὰς φερούσας συνδιαλυμηνάμενα. [p. 37] εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον ἔμπηρον ἀτελὲς δι᾽ ἄλλην τινὰ τύχην βλαφθὲν τρέφεσθαι χρηστὸν οὐκ ἦν: ἔπειτα καὶ τὸ ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς. [4] μαντευομένοις δ᾽ αὐτοῖς τίνα θεῶν δαιμόνων παραβάντες τάδε πάσχουσι καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπίς, θεὸς ἀνεῖλεν ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν εὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια. [5] οἱ γὰρ Πελασγοὶ ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων εὔξαντο τῷ τε Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων, τελεσθείσης δὲ τῆς εὐχῆς ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι. ταῦτα δὴ Μυρσίλος Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς: τὴν δ᾽ αἰτίαν ὀλίγον ὕστερον ἐρῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: