Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτα μὲν τοῖς Ῥωμαίων ἱππεῦσι τὰ συνήθη τε καὶ
ἐκ παλαιοῦ ἀσκούμενα: ὁ βασιλεὺς δὲ προσεξεῦρεν καὶ
τὰ βαρβαρικὰ ἐκμελετᾶν αὐτούς, ὅσα τε Παρθυαίων
ἢ Ἀρμενίων ἱπποτοξόται ἐπασκοῦσι, καὶ ὅσας οἱ Σαυροματῶν ἢ Κελτῶν κοντοφόροι ἐπιστροφάς τε καὶ ἀποστροφὰς
τῶν ἵππων ἐν μέρει ἐπελαυνόντων, καὶ ἀκροβολισμοὺς
[p. 139]
ἐν τούτῳ πολυειδεῖς καὶ πολυτρόπους καὶ
ἀλαλαγμοὺς πατρίους ἑκάστῳ γένει, Κελτικοὺς μὲν τοῖς
Κελτοῖς ἱππεῦσι, Γετικοὺς δὲ τοῖς Γέταις, Ῥαιτικοὺς
δὲ ὅσοι ἐκ Ῥαιτῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.