previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτῳ μέντοι ἤδη πολύτροποι ἐξακοντισμοὶ γίγνονται κούφων παλτῶν καὶ βελῶν, οὐκ ἀπὸ τόξου τούτων γε ἀλλ᾽ ἀπὸ μηχανῆς ἀφιεμένων, λίθων ἐκ χειρὸς ἐκ σφενδόνης ἐπὶ τὸν σκοπόν, ὃς μέσος τοῖν δυοῖν, οἷν ἤδη μνήμην ἐποιησάμην, ἵσταται. καὶ ἐνταῦθα αὖ καλόν, εἰ συντρίψειαν τοῖς λίθοις τὸν σκοπόν, δὲ τύχοι οὐκ εὐμαρὴς συντριβῆναι. [2] οὐ μὴν οὐδὲ ἐπὶ τοῖσδε λήγει αὐτοῖς τὰ γυμνάσια, ἀλλὰ κοντοὺς γὰρ τὰ μὲν πρῶτα ὀρθοὺς ὡς ἐς προβολὴν φέροντες ἐπελαύνουσιν, ἔπειτα ὡς πολεμίου φεύγοντος ἐξικόμενοι: οἳ δὲ ὡς ἐπ᾽ ἄλλον πολέμιον ἐν τῇ ἐπιστροφῇ τοῦ ἵππου τούς τε θυρεοὺς ὑπὲρ τὴν κεφαλὴν αἰωρήσαντες ἐς τὸ κατόπιν σφῶν μετήνεγκαν, καὶ τοὺς κοντοὺς ὑπερελίξαντες ὡς ἐπελαύνοντος ἄλλου πολεμίου ἐξίκοντο. καὶ τὸ ἔργον τοῦτο Κελτιστὶ τολούτεγον καλεῖται. [3] καὶ ἐπὶ τῷδε εὖ τὰς σπάθας σπασάμενοι ἄλλοτε ἄλλην πληγὴν παραφέρουσιν, ὅπως μάλιστα οἷόν τε, φεύγοντος πολεμίου ἐξικέσθαι πεσόντα κατακανεῖν καὶ πρᾶξαί τι ἐκ πλαγίων παραθέοντες. ἐπὶ τούτῳ μέντοιπηδήσεις ἐπὶ τοὺς ἵππους ὡς ἔνι ποικιλωτάτας ποιοῦνται, ὅσαις ἰδέαις καὶ ὅσοις σχήμασιν ἀναβαίνεται ἵππος ὑπὸ ἱππέως: [4] καὶ τελευταίαν δὴ τὴν ἐνόπλιον πήδησιν ἐπιδεικνύουσι θέοντος τοῦ ἵππου, ἥντινα ὁδοιπορικὴν ὀνομάζουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: