previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς δ᾽ ἱππικῆς ὁπλίσεως μὲν κατάφρακτος τυγχάνει οὖσα, δὲ ἄφρακτος. καὶ κατάφρακτος μὲν τοὺς ἵππους καὶ τοὺς ἱππέας πεφραγμένους παρεχομένη, τοὺς μὲν θώραξι φολιδωτοῖς λινοῖς ἐκ κεράτων καὶ παραμηριδίοις, τοὺς ἵππους δὲ παραπλευριδίοις καὶ προμετωπιδίοις: [2] ἄφρακτος δὲ ἐναντία. τούτων δὲ οἳ μὲν δορατοφόροι εἰσίν, οἳ δὲ ἀκροβολισταί. καὶ δορατοφόροι μὲν οἱ πελάζοντες ταῖς τάξεσι τῶν πολεμίων καὶ δόρασιν ἀπομαχόμενοι, [3] ἀκροβολισταὶ δὲ οἱ πόρρωθεν ἀκροβολισμοῖς διαχρώμενοι, καθάπερ Ἀρμένιοι καὶ Παρθυαίων ὅσοι μὴ κοντοφόροι. [4] τῆς προτέρας δὲ ἰδέας οἳ μὲν θυρεοὺς φέρουσιν καὶ καλοῦνται θυρεαφόροι, οἳ δὲ ἄνευ τούτων αὐτὸ μόνον δόρασι μάχονται, οἳ δὴ καὶ ἰδίᾳ δορατοφόροι ὀνομάζονται, ἔστιν δὲ ὑφ᾽ ὧν ξυστοφόροι. [5] ἀκροβολισταὶ δὲ λεχθεῖεν ἂν οἱ μὴ ἐς χεῖρας ἰόντες ἀλλὰ πόρρωθεν ἐξακοντίζοντες. καὶ τούτων οἳ μὲν δορατίοις διαχρῶνται ἐς τὸν ἀκροβολισμόν, οἳ δὲ τόξοις. οἱ μὲν δὴ δορατίοις ἀκροβολιζόμενοι Ταραντῖνοι ὀνομάζονται, οἱ δ᾽ ἕτεροι ἱπποτοξόται. [6] αὐτῶν δὲ τῶν Ταραντίνων οἳ μὲν αὐτὸ μόνον πόρρωθεν ἀφιστάμενοι ἐς κύκλους περιιππεύοντες διαχρῶνται τῷ ἀκροβολισμῷ, οἳ δὴ καὶ εἰλικρινῶς Ταραντῖνοί εἰσιν: οἳ δὲ τὰ μὲν πρῶτα ἐξακοντίζουσιν, ἔπειτα συμπλέκονται τοῖς πολεμίοις, δόρυ ἓν ὧν ἔσχον ὑπολειπόμενοι καὶ τῇ σπάθῃ διαχρώμενοι: καὶ οὗτοι καλοῦνται ἐλαφροί. — [7] Ῥωμαίοις δὲ οἱ ἱππῆς οἳ μέν [p. 107] κοντοὺς φέρουσιν, καὶ ἐπελαύνουσιν ἐς τὸν τρόπον τὸν Ἀλανικὸν καὶ τῶν Σαυροματῶν, οἳ δὲ λόγχας ἔχουσι. σπάθη δὲ μακρὰ καὶ πλατεῖα ἀπήρτηται αὐτοῖς ἀπὸ τῶν [8] ὤμων, καὶ θυρεοὺς πλατεῖς παραμήκεις φέρουσιν καὶ κράνος σιδηροῦν καὶ θώρακα πεπλεγμένον καὶ κνημῖδας σμικράς. [9] λόγχας δὲ ἐς ἀμφότερα φέρουσι, καὶ ἀκοντίσαι μακρόθεν, ὁπότε τούτου δέοι, καὶ ἐγγύθεν ἐκ χειρὸς ἀπομάχεσθαι: συμπλακῆναι δὲ εἰ δεήσειεν ἐς χεῖρας ἐλθόντας, ταῖς σπάθαις μάχονται. οἳ δὲ καὶ πελέκεις μικροὺς φέρουσι πάντοθεν ἐν κύκλῳ ἀκωκὰς ἔχοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: