previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ μὲν χωρίον, ἵναπερ τὰ γυμνάσια αὐτοῖς τελεῖται, οὐχ ὁμαλὸν ἐπιλέγονται μόνον, ἀλλ᾽ ἐς τοσόνδε προσεξεργάζονται, ὥστε σκάπτειν τε τὸ μέσον αὐτοῦ ἐς βάθος αύμμετρον καὶ τὰς βώλους συγκόπτειν ἐς λεπτότητά τε καὶ μαλθακότητα, ἀποτεμνόμενοι τοῦ παντὸς πεδίου τὸ πρὸ τοῦ βήματος ἐς πλαισίου ἰσοπλεύρου σχῆμα. [2] αὐτοὶ δὲ ὡπλισμένοι παριᾶσι κράνεσι μὲν σιδηροῖς χαλκοῖς κεχρυσωμένοις, ὅσοι κατ᾽ ἀξίωσιν αὐτῶν διαπρεπεῖς καθ᾽ ἱππικὴν διαφέροντες, ὡς καὶ αὐτῷ τούτῳ ἐπάγειν ἐπὶ σφᾶς τῶν θεωμένων τὰς ὄψεις. [3] τὰ κράνη δὲ ταῦτα οὐ καθάπερ τὰ ἐς μάχην πεποιημένα πρὸ τῆς κεφαλῆς καὶ τῶν παρειῶν προβέβληται μόνον, ἀλλ᾽ ἴσα πάντη τοῖς προσώποις πεποίηται τῶν ἱππέων, ἀνεῳγότα κατὰ τοὺς ὀφθαλμούς, ὅσον μὴ ἐπίπροσθεν τοῦ ὁρᾶν γιγνόμενα σκέπην παρέχειν τῇ ὄψει. [4] χαῖται δὲ ἀπήρτηνται αὐτῶν ξανθαί, οὐκ ἐπὶ χρείᾳ μᾶλλόν τι ἐς κάλλος τοῦ ἔργου: καὶ αὗται ἐν ταῖς ἐπελάσεσιν τῶν ἵππων, εἰ καὶ ὀλίγη πνοὴ τύχοι, ἡδίους φαίνονται ἀπαιωρούμεναι. [5] καὶ θυρεοὺς δὲ φέρουσιν, οὐχ οὕσπερ ἐς τὰς μάχας, ἀλλὰ τῷ βάρει κουφοτέρους, ἅτε ἐπ᾽ ὀξύτητι καὶ κάλλει τὰς μελέτας ποιούμενοι, καὶ ἐς ἡδονὴν πεποικιλμένους: ἀντὶ δὲ τῶν θωράκων [6] Κιμμερικὰ χιτώνια,ἴσα καὶ ὅμοια τοῖς θώραξιν, τὴν δὲ χρόαν οἳ μὲν κόκκου, οἳ δὲ ὑακίνθου, οἳ δὲ ἄλλῃ καὶ ἄλλῃ πεποικιλμένα: [7] ἀναξυρίδας δὲ περὶ τοῖν σκελοῖν, οὐ καθάπερ Παρθυαῖοι καὶ Ἀρμένιοι κεχαλασμένας, ἀλλὰ προσεσφιγμένας τοῖν σκελοῖν. ἵπποι δὲ αὐτοῖς προμετωπιδίοις μὲν ἐς ἀκρίβειαν πεφραγμένοι [p. 131] εἰσί, παραπλευριδίων δὲ οὐδὲν δέονται: ἀσίδηρα γὰρ ὄντα τὰ ἐπὶ τῇ μελέτῃ ἀκόντια τοὺς μὲν ὀφθαλμοὺς τῶν ἵππων κακόν τι ἂν ἀπεργάσαιτο, ταῖς πλευραῖς δὲ αὐτῶν ἄλλως τε καὶ τοῖς ἐφιππίοις τὸ πολὺ μέρος σκεπομέναις ἀβλαβῆ προσπίπτει. πρῶτον μὲν δὴ ἐπέλασις αὐτοῖς ἐς τὸ ἀποδεδειγμένον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: