previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν ὀνομάτων ἑκάστων, ὅτι οὐδὲ αὐτοῖς Ῥωμαίοις τὰ πολλὰ τῆς πατρίου φωνῆς ἔχεται ἀλλ᾽ ἔστιν τῆς Ἰβήρων Κελτῶν, ἐπεὶ τὰ πράγματα αὐτὰ Κελτικὰ ὄντα προσέλαβον, εὐδοκιμήσαντος αὐτοῖς ἐν ταῖς μάχαις τοῦ Κελτῶν ἱππικοῦ. [2] εἰ γάρ τοι ἐπ᾽ ἄλλῳ τῳ, καὶ ἐπὶ τῷδε ἄξιοι ἐπαινεῖσθαι Ῥωμαῖοι, ὅτι οὐ τὰ οἰκεῖα καὶ πάτρια οὕτω τι ἠγάπησαν, ὡς τὰ πανταχόθεν καλὰ ἐπιλεξάμενοι οἰκεῖα σφίσιν ἐποιήσαντο. [3] οὕτω τοι εὕροις ἂν καὶ ὁπλίσεις τινὰς παρ᾽ ἄλλων λαβόνταςκαὶ ἤδη Ῥωμαϊκαὶ ὀνομάζονται, ὅτι κράτιστα Ῥωμαῖοι αὐταῖς ἐχρήσαντο —, καὶ γυμνάσια στρατιωτικὰπαρ᾽ ἄλλων, καὶ θρόνους τοὺς τῶν ἀρχόντων καὶ ἐσθῆτα τὴν περιπόρφυρον. οἳ δὲ καὶ θεοὺς αὐτοὺς ἄλλους παρ᾽ ἄλλων λαβόντες [4] ὡς οἰκείους σέβουσιν. τὰ γοῦν ἐπ᾽ αὐτοῖς δρώμενα ἐς τοῦτο ἔτι τὰ μὲν Ἀχαιῶν νόμῳ δρᾶσθαι λέγεται, τὰ δὲ κοινῷ Ἑλλήνων. δρᾶται δὲ ἔστιν καὶ Φρύγια: καὶ γὰρ Ῥέα αὐτοῖς Φρυγία τιμᾶται ἐκ Πεσσινοῦντος ἐλθοῦσα, καὶ τὸ πένθος τὸ ἀμφὶ τῷ Ἄττῃ Φρύγιον ὂν ἐν Ῥώμῃ πενθεῖται, καὶ τὸ λουτρὸν δ᾽ Ῥέα, ἀφ᾽ οὗ τοῦ πένθους λήγει, Φρυγῶν νόμῳ λοῦται. [5] καὶ μὴν τῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις τὰ πρῶτα ἐγράψαντο, [p. 130] τοὺς πολλοὺς εὕροις ἂν παρ᾽ Ἀθηναίων λαβόντας. [6] καὶ ταῦτα πολὺ ἂν ἔργον εἴη ἐπεξιέναι, ὅπως τε ἕκαστα ἔχουσι καὶ παρὰ τίνων προσποιηθέντα: ἐμοὶ δὲ ὑπὲρ τῶν γυμνασίων τῶν ἱππικῶν ὥρα ἤδη λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: