previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αἱ δὲ πεζικαί τε καὶ ἱππικαὶ τάξεις καὶ ὁπλίσεις πολυειδεῖς τε καὶ πολύτροποί εἰσιν. αὐτίκα τῶν πεζῶν ὅπλισις, ὥς γε δὴ ἐς τὰ ἀνωτάτω τεμεῖν, τριχῆ νενέμηται, ἔς τε τὸ ὁπλιτικὸν καὶ ἐς τὸ ψιλὸν καὶ ἐς τὸ πελταστικόν. τὸ μὲν δὴ βαρύτατον τὸ ὁπλιτικὸν θώρακας [2] ἔχει καὶ ἀσπίδας θυρεοὺς παραμήκεις καὶ μαχαίρας καὶ δόρατα, ὡς Ἕλληνες, σαρίσας, ὡς Μακεδόνες. τὸ δὲ ψιλὸν ἐναντιώτατα ἔχει τῷ ὁπλιτικῷ πάντα, [3] ὅτιπερ ἄνευ θώρακος καὶ ἀσπίδος καὶ κνημῖδος καὶ κράνους ἑκηβόλοις ἐστὶν ὅπλοις διαχρώμενον, τοξεύμασιν ἀκοντίοις σφενδόναις λίθοις ἐκ χειρός. [4] τὸ πελταστικόν δὲ κουφότερον μὲν τυγχάνει ὂν τοῦ ὁπλιτικοῦ γὰρ πέλτη σμικροτέρα τῆς ἀσπίδος καὶ ἐλαφροτέρα, καὶ τὰ ἀκόντια τῶν δοράτων καὶ τῶν σαρισῶν λειπόμενα —, βαρύτερον [p. 106] [5] δὲ τοῦ ψιλοῦ τῷ δὲ ἀκριβεῖ καὶ βαρεῖ ὁπλιτικῷ καὶ κράνη πρόσκειται, πῖλοι Λακωνικοὶ Ἀρκαδικοί, καὶ κνημῖδες, ὡς τοῖς πάλαι Ἕλλησιν, ὡς Ῥωμαίοις κνημὶς μία πρὸ τῆς κνήμης τῆς ἐν ταῖς μάχαις προβαλλομένης, καὶ θώρακες, οἳ μὲν φολιδωτοί, οἳ δὲ ἁλύσεσι λεπταῖς σιδηραῖς ἐπηλλαγμένοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: