previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι μέν τις ἐπαγωγὴ ἐν ταῖς πορείαις δὲ παραγωγὴ καλεῖται. [2] καὶ ἐπαγωγὴ μέν ἐστιν, ἐπειδὰν τάγμα τάγματι ἐπ᾽ εὐθὺ ἕπηται, οἷον ἡγουμένης τετραρχίας αἱ λοιπαὶ τετραρχίαι ταύτῃ ἐπιτεταγμέναι πορεύωνται, αὖ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἕπωνται, ἑνί τε λόγῳ, ἐπειδὰν τοῦ προηγουμένου τάγματος τοῖς οὐραγοῖς οἱ τοῦ ἐφεξῆς τάγματος ἡγεμόνες συνάπτωσιν. [3] παραγωγὴ δ᾽ ἐστίν, ἐπειδὰν φάλαγξ πᾶσα πορεύηται τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἐκ τῶν δεξιῶν ποιησαμένη. κἂν μὲν ἐκ τῶν εὐωνύμων ποιήσηται, εὐώνυμος παραγωγὴ καλεῖται, ἂν δὲ ἐκ τῶν δεξιῶν, δεξιά. [4] ὅπως δ᾽ ἂν πορεία γίγνηται, εἴτε κατ᾽ ἐπαγωγὴν εἴτ᾽ ἐν παραγωγῇ, ἤτοι ἐν μονοπλεύρῳ τῷ τάγματι στρατιὰ βαδιεῖται, ἐν διπλεύρῳ ἐν τριπλεύρῳ ἐν τετραπλεύρῳ: μονοπλεύρῳ μέν, [5] ἐπειδὰν ἕνα τόπον ὕποπτον ἔχῃ στρατηγός: διπλεύρῳ δέ, ἐπειδὰν δύο: τριπλεύρῳ δέ, ἐπειδὰν τρεῖς: τετραπλεύρῳ δέ, ἐπειδὰν πάντοθεν οἱ πολέμιοι ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι. καὶ μὴν ποτὲ μὲν ἐν μονοφαλαγγίᾳ πορεία [6] γίγνεται, ποτὲ δὲ ἐν διφαλαγγίᾳ, καὶ ὡσαύτως ἐν [p. 126] τριφαλαγγίᾳ τε καὶ τετραφαλαγγίᾳ. καὶ ταῦτα οὐ χαλεπὸν συμβάλλειν ἀπὸ τῶν πρόσθεν τάξεων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: