previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

χρὴ δὲ τὰ παραγγέλματα ἐθίζεσθαι τὴν στρατιὰν ὀξέως δέχεσθαι, τὰ μὲν φωνῇ, τὰ δὲ ὁρατοῖς σημείοις, [2] τὰ δὲ τῇ σάλπιγγι. καὶ σαφέστερα μὲν τυγχάνει ὄντα τὰ λέξει δηλούμενα, ὅτι καὶ παντὸς τοῦ νοῦ δήλωσις οὕτω γίγνεται, οὐχὶ δὲ σύμβολόν τι αὐτὸ μόνον ὁρᾶται ἀκούεται. [3] ἀλλ᾽ ἐπειδὴ πολλὰ τὰ ἐξείργοντά ἐστιν ἐν ταῖς μάχαις τὰς διὰ φωνῆς δηλώσεις, κτύπος τε ἐκ τῶν ὅπλων καὶ αἱ παρακελεύσεις ἀλλήλοις καὶ οἰμωγαὶ τιτρωσκομένων καὶ παριππασία δυνάμεως ἱππικῆς, [p. 125] προσεθιστέον τὴν στρατιὰν καὶ τοῖς ὁρατοῖς σημείοις. οὐ μὴν ἀλλὰ καὶ πρὸς ταῦτα ἤδη ἄπορα ἔστιν [4] γίγνεται, οἷν ὁμίχλη κονιορτὸς πολὺς ἄνω φερόμενος ἥλιος κατὰ προσώπου ἀντιλάμπων νιφετὸς συνεχὴς ὕδωρ λάβρον ἐξ οὐρανοῦ τόποι σύνδενδροι γήλοφοι ἀνεστηκότες, ὡς μὴ πάσῃ τῇ φάλαγγι ὁρατὰ γίγνεσθαι τὰ σημεῖα. [5] ὁπότε μὲν δὴ γήλοφοι διακλείοιεν τὴν ὄψιν, πλείω τὰ ὁρατὰ σημεῖα ποιητέον: πρὸς δὲ τὰ ἐκ τοῦ ἀέρος ἐμπόδια σάλπιγξ ὠφέλιμος. ὑπὲρ δὲ τῶν πορειῶν, ὅσας ποιεῖται τὰ στρατόπεδα,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: