Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τῷ οὐραγῷ, σῴζοντας τὰ ἴδια διαστήματα: ζυγεῖν δὲ
τὸ ἐπ᾽ εὐθείας ἰέναι κατὰ μῆκος ἕκαστον τῶν ἐν τῷ λόχῳ
τῷ συζυγοῦντι.
[2]
συζυγοῦσι δὲ τῷ μὲν λοχαγῷ οἱ λοχαγοὶ
πάντες, τῷ δὲ τούτου ἐπιστάτῃ οἱ τῶν ἄλλων λοχαγῶν
ἐπιστάται, καὶ ἐφεξῆς ὡσαύτως.
[3]
καὶ μὴν ἐς ὀρθὸν
ἀποδοῦναι λέγεται τὸ ἐς τὴν καθεστῶσαν ἐξ ἀρχῆς
ἐπιφάνειαν καταστῆσαι τὴν ὄψιν, οἷον εἴ τις ἐπὶ τοὺς
πολεμίους τετραμμένος κελευσθείη ἐπὶ δόρυ κλῖναι,
ἔπειτα αὖ παραγγελθείη ἐς ὀρθὸν ἀποκαταστῆσαι, δεήσει
πάλιν αὐτὸν ἐπὶ τοὺς πολεμίους τετράφθαι.
ἐξελιγμῶν δὲ δισσαὶ ἰδέαι, ἣ μὲν κατὰ λόχους, ἣ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.