previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κλίσις μὲν δή ἐστιν κατ᾽ ἄνδρα κίνησις, καὶ τῆς κλίσεως ἐπὶ δόρυ μὲν καλεῖται ἐς τὰ δεξιά, ἵναπερ τὸ δόρυ ἐστὶ τῷ ὁπλίτῃ, ἐπ᾽ ἀσπίδα δὲ ἐπὶ τὰ λαιά, ἵνα φέρει τὴν ἀσπίδα. [2] καὶ εἰ μὲν ἁπλῆ κλίσις, ἐς τὰ πλάγια μόνον παράγει τὴν ὄψιν: εἰ δὲ διπλῆ γίγνοιτο, ἀποστρέφει τὴν ὄψιν ἐς τὸ κατόπιν. τουτὶ δὲ ἤδη μεταβολὴ καλεῖται. [3] ἐπιστροφὴ δέ ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἐπ᾽ ἀσπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιελιχθέντος, καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε ἐπιστατῶν καὶ παραστατῶν. [4] ἀναστροφὴ δέ ἐστιν ἀποκατάστασις τῆς ἐπιστροφῆς ἐς τὴν προτέραν χώραν. περισπασμὸς δὲ καλεῖται ἐκ δυοῖν ἐπιστροφαῖν τοῦ τάγματος κίνησις, ὡς μεταλαβεῖν τὸν ὀπίσω τόπον: [5] ἐκπερισπασμὸς δὲ ἐκ τριῶν ἐπιστροφῶν [p. 121] συνεχῶν τοῦ παντὸς κίνησις, ὡς μεταλαβεῖν, εἰ μὲν ἐπὶ δόρυ γίγνοιτο, τὴ νἐξ ἀριστερῶν ἐπιφάνειαν, εἰ δὲ ἐπ᾽ ἀσπίδα, τὴν ἐκ δεξιῶν. στοιχεῖν δὲ λέγεται τὸ ἐπ᾽ εὐθείας ἰέναι τῷ λοχαγῷ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: