previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς οὖν εὐγνωστότατα ἔσται τοῖς ἐντυγχάνουσι τά τε πράγματα καὶ τὰ ὀνόματα, ἐνθένδε τοῦ λόγου ἄρξομαι, ὅτι δὴ τῶν παρασκευῶν τῶν ἐς τὸν πόλεμον μέν τις κατὰ γῆν τυγχάνει οὖσα, δὲ διὰ θαλάσσης: καὶ γὰρ οἱ πολέμιοι πολεμοῦνται οἳ μὲν ἐν γῇ, οἳ δ᾽ ἐν θαλάσσῃ. τῶν δὲ ὅπως οὖν πολεμούντων τὸ μέν τί ἐστι μάχιμον, αὐτοὶ οἱ στρατιῶται, τὸ δὲ τοῦ μαχίμου ἕνεκα ἠθροισμένον, ὅσον θητικὸν ἰατρικὸν ἐμπορικὸν [2] καπηλικόν. τοῦ δὲ αὖ ἐν γῇ μαχίμου τὸ μέν ἐστι [p. 105] πεζικόν, τὸ δ᾽ ἐπ᾽ ὀχήματος ἄλλου καὶ ἄλλου. καὶ τῆς δευτέρας ἰδέας τὸ μὲν ἱππικόν, ὅπερ ἵπποις χρῆται, τὸ δ᾽ ἐπὶ ἐλεφάντων, καθάπερ τὰ Ἰνδῶν στρατόπεδα καὶ τὰ Αἰθιοπικά, χρόνῳ δ᾽ ὕστερον καὶ Μακεδόνες καὶ Καρχηδόνιοι καί που καὶ Ῥωμαῖοι. [3] τοῦ δὲ ἀφ᾽ ἵππων μαχητικοῦ τὸ μὲν ἰδίᾳ λεχθείη ἂν ἱππικόν, τὸ δὲ ἀφ᾽ ἁρμάτων. καὶ τοῦ ἱππικοῦ οἳ ἱππῆς, οἳ δὲ ἄμφιπποι: ἱππῆς μὲν οἱ ἐφ᾽ ἑνὸς ἵππου ὀχούμενοι, ἄμφιπποι δὲ οἱ ἐπὶ δυοῖν ἀστρώτοιν συνδεδεμένοιν, ὡς μεταπηδᾶν ἀπ᾽ ἄλλου ἐς ἄλλον. μὲν δὴ ἀπὸ τῶν ἐλεφάντων μάχη ἁπλῆ ἐστιν, πλήν γε δὴ ὅτι πύργους ἔφερον ἔστιν ὅτε οἱ ἐλέφαντες: [4] τῶν δὲ καὶ οἱ ὀδόντες σιδήρῳ ὀξεῖ ὡπλισμένοι ἦσαν, τοῦ τε τομώτεροι εἶναι καὶ τοῦ μὴ ἀποθραύεσθαι εὐπετῶς. δὲ ἀπὸ τῶν ἁρμάτων μάχη πολυειδεστέρα ταύτης: [5] γὰρ ψιλὰ ἦν τὰ ἅρματα, καθάπερ τὰ Τρωϊκά, δρεπανηφόρα, ὡς ὕστερον τὰ Περσικά, καὶ πεφραγμένων τῶν ἵππων ἀφράκτων, καὶ ἁπλοῦ τοῦ ῥυμοῦ διπλοῦ, τὰ καὶ πολύρρυμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: