previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν δὲ ἀριθμὸν τάξεώς τε ἑκάστης καὶ τὰ ὀνόματα αὐτῆς τε καὶ τῶν ἡγουμένων ἤδη λεκτέον. [2] πρῶτα μὲν δὴ ἐπὶ τῶν πεζῶν ἡμίσεας τοὺς ψιλούς φαμεν χρῆναι ἔχειν, εἰ σύμμετροι ἔσονται πρὸς τὸ ἔργον, καὶ τοὺς [p. 115] λόχους αὐτῶν οὐχὶ ἑκκαίδεκα ἀνδρῶν χρὴ εἶναι ἀλλ᾽ ὀκτώ, ὥστε τοὺς χιλίους καὶ τέσσαρας καὶ εἴκοσι λόχους τὸν ἥμισυν ἀριθμὸν ἐκπιμπλάναι τῆς πεζικῆς φάλαγγος, καὶ εἶναι ἀνδρῶν ὀκτακισχιλίων καὶ ἑκατὸν καὶ δυοῖν ἐπὶ τοῖς ἐνενήκοντα. ὀνόματα δὲ αὐτῶν καὶ τάξεις αἵδε εἰσίν. [3] οἱ τέσσαρες λόχοι τῶν ψιλῶν καλοῦνται σύστασις, καὶ εἰσὶν ἀνδρῶν δύο καὶ τριάκοντα: αἱ δὲ δύο συστάσεις πεντηκονταρχία, τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν: αἱ δὲ δύο πεντηκονταρχίαι ἑκατονταρχία ὀκτὼ καὶ εἴκοσιν ἀνδρῶν καὶ ἑκατόν. [4] καθ᾽ ἑκάστην δὲ ἑκατονταρχίαν ἔκτακτοι ἄνδρες τέσσαρες ἔστων, σημειοφόρος καὶ σαλπιγκτὴς καὶ ὑπηρέτης καὶ στρατοκήρυξ. αἱ δὲ δύο ἑκατονταρχίαι εἰσὶ μὲν ἀνδρῶν ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καλεῖται δὲ τὸ σύνταγμα ψιλαγία: αἱ δὲ δύο ψιλαγίαι ξεναγία, δώδεκα ἀνδρῶν καὶ πεντακοσίων. [5] αἱ δὲ δύο ξεναγίαι, ἀνδρῶν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, σύστρεμμα καλεῖται. τὰ δὲ δύο συστρέμματα ἐπιξεναγία ὀνομάζεται, ὀκτὼ καὶ τεσσαράκοντα ἀνδρῶν καὶ δισχιλίων: αἱ δὲ δύο ἐπιξεναγίαι στῖφος, ἓξ καὶ ἐνενήκοντα ἀνδρῶν καὶ τετρακισχιλίων. τὰ δὲ δὴ δύο στίφη ἐπίταγμα ὀνομάζουσι, λόχων μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, ἀνδρῶν δὲ ὀκτακισχιλίων ἑκατὸν ἐνενήκοντα δυοῖν ἐπόντοιν. [6] δεῖ δὲ καὶ τούτοις συντετάχθαι ἄνδρας ὀκτὼ ἐπιλέκτους, ὧν τέσσαρες μὲν ἔσονται ἐπιξεναγοί, τέσσαρες δὲ συστρεμμάταρχοι. ὠφέλιμοι δ᾽ ἐν μάχῃ τοξόται τε καὶ ἀκοντισταὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: