previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κήτεα δὲ μεγάλα ἐν τῇ ἔξω θαλάσσῃ βόσκεται, καὶ ἰχθύες πολλῷ μέζονες ἐν τῇδε τῇ ἔσω. [2] καὶ λέγει Νέαρχος, ὁκότε ἀπὸ Κυΐζων παρέπλωον, ὑπὸ τὴν ἕω ὀφθῆναι ὕδωρ τῆς θαλάσσης οἷά περ ἐκ πρηστήρων βίᾳ ἀναφερόμενον, [3] ἐκπλαγέντας δὲ σφᾶς πυνθάνεσθαι [p. 39] τῶν κατηγεομένων τοῦ πλόου τι εἴη καὶ ἀπ᾽ ὅτου τοῦτο τὸ πάθημα: τοὺς δὲ ὑποκρίνασθαι ὅτι κήτεα φερόμενα κατὰ τὸν πόντον ἀναφυσᾷ ἐς τὸ ἄνω τὸ ὕδωρ. καὶ τοῖσι ναύτῃσιν ἐκπλαγεῖσιν ἐκ τῶν χειρῶν τὰ ἐρετμὰ ἐκπεσεῖν, [4] αὐτὸς δὲ ἐπιὼν παρακαλέειν τε καὶ θαρσύνειν, καὶ κατ᾽ οὕστινας παραπλώων ἐγίνετο, ἐς μέτωπόν τε κελεῦσαι καταστῆσαι ὡς ἐπὶ ναυμαχίῃ τὰς νέας, καὶ ἐπαλαλάζοντας ὁμοῦ τῷ ὀρθίῳ πυκνήν τε καὶ σὺν κτύπῳ πολλῷ τὴν εἰρεσίην ποιέεσθαι. οὕτως ἀναθαρσήσαντας ὁμοῦ δὴ πλώειν ἀπὸ συνθήματος. [5] ὡς δὲ ἐπέλαζον ἤδη τοῖσι θηρίοισιν, ἐνθαῦτα αὐτοὺς μὲν ὅσον αἱ κεφαλαὶ αὐτοῖσιν ἐχώρεον ἐπαλαλάξαι, τὰς δὲ σάλπιγγας σημῆναι, καὶ τὸν κτύπον τὸν ἀπὸ τῆς εἰρεσίης ὡς ἐπὶ μήκιστον κατασχεῖν. [6] οὕτω δὴ ὁρεύμενα ἤδη κατὰ τὰς πρῴρας τῶν νεῶν τὰ κήτεα ἐς βυσσὸν δῦναι ἐκπλαγέντα, καὶ οὐ πολλῷ ὕστερον κατὰ τὰς πρύμνας [7] ἀναδύντα ἀνασχεῖν καὶ τῆς θαλάσσης αὖθις ἀναφυσῆσαι ἐπὶ μέγα. ἔνθεν κρότους τε ἐπὶ τῇ παραλόγῳ σωτηρίῃ γενέσθαι τῶν ναυτέων, καὶ αἶνον ἐς τὸν Νέαρχον τε τόλμης καὶ τῆς σοφίης. [8] τούτων μετεξέτερα τῶν κητέων ἐποκέλλειν πολλαχοῦ τῆς χώρης, ἐπειδὰν ἀνάπωτις κατάσχῃ, ἐν τοῖσι βραχέσιν ἐχόμενα, τὰ δὲ καὶ ὑπὸ χειμώνων σκληρῶν ἐς τὴν χέρσον ἐξωθέεσθαι, καὶ οὕτω δὴ κατασηπόμενα ἀπόλλυσθαί τε καὶ τὰς σάρκας αὐτοῖσι περιρρεούσας ὑπολείπειν τὰ ὀστέα χρᾶσθαι τοῖσιν ἀνθρώποισιν ἐς τὰ οἰκία. [9] εἶναι ὦν τὰ μὲν ἐν τῇσι πλευρῇσιν αὐτῶν ὀστέα δοκοὺς τοῖσιν οἰκήμασιν ὅσα μεγάλα, τὰ δὲ σμικρότερα στρωτῆρας: τὰ δὲ ἐν τῇσι σιαγόσι, ταῦτα δὲ εἶναι τὰ θύρετρα, οἷα δὴ πολλῶν καὶ ἐς εἴκοσι καὶ πέντε ὀργυιὰς ἀνηκόντων τὸ μέγαθος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: