previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐνδένδε ὁρμηθέντες ἔπλωον ἀκραεί, καὶ διελθόντες 5 σταδίους ἐς πεντακοσίους ὡρμίζοντο πρὸς ποταμῷ χειμαρρόῳ: Τόμηρος οὔνομα ἦν τῷ ποταμῷ. [2] καὶ λίμνη ἦν ἐπὶ τῇσιν ἐκβολῇσι τοῦ ποταμοῦ, τὰ δὲ βραχέα τὰ πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβῃσι πνιγηρῇσι. καὶ οὗτοι ὡς προσπλώοντας εἶδον, ἐθάμβησάν τε καὶ παρατείναντες σφᾶς παρὰ τὸν αἰγιαλὸν ἐτάχθησαν ὡς ἀπομαχεόμενοι πρὸς τοὺς ἐκβαίνοντας. [3] λόγχας δὲ ἐφόρεον παχέας, μέγαθος ὡς ἑξαπήχεας: ἀκωκὴ δὲ οὐκ ἐπῆν σιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐτοῖσι πεπυρακτωμένον τωὐτὸ ἐποίεε. πλῆθος δὲ ἦσαν ὡς ἑξακόσιοι. [4] καὶ τούτους Νέαρχος ὡς ὑπομένοντάς τε καὶ παρατεταγμένους κατεῖδε, τὰς μὲν νέας ἀνακωχεύειν κελεύει ἐντὸς βέλεος, ὡς τὰ τοξεύματα ἐς τὴν γῆν ἀπ᾽ αὐτέων ἐξικνέεσθαι: αἱ γὰρ τῶν βαρβάρων λόγχαι ἀγχέμαχοι μὲν ἄφοβοι δὲ ἐς τὸ ἐσακοντίζεσθαι ἦσαν. [5] αὐτὸς δὲ τῶν στρατιωτέων ὅσοι αὐτοὶ τε κουφότατοι καὶ κουφότατα ὡπλισμένοι τοῦ τε νέειν δαημονέστατοι, τούτους δὲ ἐκνήξασθαι κελεύει ἀπὸ συνθήματος. [6] πρόσταγμα δέ σφισιν ἦν, ὅκως τις ἐκνηξάμενος σταίη ἐν τῷ ὕδατι, προσμένειν τὸν παραστάτην οἱ ἐσόμενον, μηδὲ ἐμβάλλειν πρόσθε ἐς τοὺς βαρβάρους, πρὶν ἐπὶ τριῶν ἐς βάθος ταχθῆναι τὴν φάλαγγα: τότε δὲ δρόμῳ ἐπιέναι ἀλαλάζοντας. [7] ἅμα δὲ ἐρρίπτεον ἑωυτοὺς οἱ ἐπὶ τῷδε τεταγμένοι ἐκ τῶν νεῶν ἐς τὸν πόντον, καὶ ἐνήχοντο ὀξέως, καὶ ἵσταντο ἐν κόσμῳ, καὶ φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν αὐτοὶ τε ἀλαλάζοντες τῷ Ἐνυαλίῳ καὶ οἱ ἐπὶ τῶν νεῶν συνεπήχεον, τοξεύματά τε καὶ ἀπὸ μηχανέων βέλεα ἐφέρετο ἐς τοὺς βαρβάρους. [p. 32] [8] οἳ δὲ τήν τε λαμπρότητα τῶν ὅπλων ἐκπλαγέντες καὶ τῆς ἐφόδου τὴν ὀξύτητα καὶ πρὸς τῶν τοξευμάτων τε καὶ τῶν ἄλλων βελέων βαλλόμενοι, οἷα δὴ ἡμίγυμνοι ἄνθρωποι, οὐδὲ ὀλίγον ἐς ἀλκὴν τραπέντες ἐγκλίνουσι. καὶ οἱ μὲν αὐτοῦ φεύγοντες ἀποθνήσκουσιν, οἳ δὲ καὶ ἁλίσκονται: ἔστι δὲ οἳ καὶ διέφυγον ἐς τὰ οὔρεα. [9] ἦσαν δὲ οἱ ἁλόντες τά τε ἄλλα δασέες καὶ τὰς κεφαλάς, καὶ τοὺς ὄνυχας θηριώδεες: τοῖσι γὰρ δὴ ὄνυξιν ὅσα σιδήρῳ διαχρᾶσθαι ἐλέγοντο καὶ τοὺς ἰχθύας τούτοισι παρασχίζοντες κατεργάζεσθαι καὶ τῶν ξύλων ἃσαμαλθακώτερα. τὰ δὲ ἄλλα τοῖαι λίθοισι τοῖσιν ὀξέσιν ἔκοπτον: σίδηρος γὰρ αὐτοῖσιν οὐκ ἦν. ἐσθῆτα δὲ ἐφόρεον δέρματα θηρήια, οἳ δὲ καὶ ἰχθύων τῶν μεγάλων τὰ παχέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), GEDRO´SIA
    • Dictionary of Greek and Roman Geography (1854), TOME´RUS
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: