previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὁρμηθέντες δὲ ἐκ τῶν ἐκβολέων τοῦ Ἀράβιος παρέπλωον τῶν Ὠρειτέων τὴν χώρην. καὶ ὁρμίζονται ἐν Παγάλοισι, [p. 30] πλώσαντες σταδίους ἐς διηκοσίους, πρὸς ῥηχίῃ. ἀλλὰ ἀγκύρῃσι γὰρ ἐπίβολος ἦν χῶρος. τὰ μὲν ὦν πληρώματα ἀπεσάλευον ἐν τῇσι νηυσίν, οἱ δὲ ἐπ᾽ ὕδωρ ἐκβάντες ὑδρεύοντο. [2] τῇ δ᾽ ὑστεραίῃ ἀναχθέντες ἅμα ἡμέρῃ καὶ πλώσαντες σταδίους ἐς τετρακοσίους κατάγονται ἑσπέριοι ἐς Κάβανα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ. ἐνθαῦτα ῥηχίη τρηχέα ἦν, καὶ ἐπὶ τῷδε μετεώρους τὰς νέας ὡρμίσαντο. [3] κατὰ τοῦτον τὸν πλόον πνεῦμα ὑπολαμβάνει τὰς νέας μέγα ἐκ πόντου, καὶ νέες δύο μακραὶ διαφθείρονται ἐν τῷ πλόῳ, καὶ κέρκουρος: οἱ δὲ ἄνθρωποι σῴζονται ἀπονηξάμενοι, ὅτι οὐ πόρρω τῆς γῆς πλόος ἐγίνετο. [4] ἀμφὶ δὲ μέσας νύκτας ἀναχθέντες πλώουσιν ἔστε ἐπὶ Κώκαλα, τοῦ αἰγιαλοῦ, ἔνθεν ὡρμήθησαν, ἀπεῖχε σταδίους διηκοσίους: καὶ αἱ μὲν νέες σαλεύουσαι ὥρμεον, τὰ πληρώματα δὲ ἐκβιβάσας Νέαρχος πρὸς τῇ γῇ ηὐλίσθη, ὅτι ἐπὶ πολλὸν τεταλαιπωρηκότες ἐν τῇ θαλάσσῃ ἀναπαύσασθαι ἐπόθεον. στρατόπεδον δὲ περιεβάλετο τῶν βαρβάρων τῆς φυλακῆς εἵνεκα. [5] ἐν τούτῳ τῷ χώρῳ Λεόννατος, ὅτῳ τὰ Ὠρειτέων ἐξ Ἀλεξάνδρου ἐπετέτραπτο, μάχῃ μεγάλῃ νικᾷ Ὠρείτας τε καὶ ὅσοι Ὠρείτῃσι συνεπελάβοντο τοῦ ἔργου. καὶ κτείνει αὐτῶν ἑξακισχιλίους, καὶ τοὺς ἡγεμόνας πάντας: τῶν δὲ σὺν Λεοννάτῳ ἱππέες μὲν ἀποθνήσκουσι πεντεκαίδεκα, τῶν δὲ πεζῶν ἄλλοι τε οὐ πολλοὶ καὶ Ἀπολλοφάνης Γαδρωσίων σατράπης. [6] ταῦτα μὲν δὴ ἐν τῇ ἄλλῃ συγγραφῇ ἀναγέγραπται, καὶ ὅκως Λεόννατος ἐπὶ τῷδε ἐστεφανώθη πρὸς Ἀλεξάνδρου χρυσέῳ στεφάνῳ. [7] ἐνθαῦτα σῖτος ἦν νενημένος κατὰ πρόσταγμα Ἀλεξάνδρου ἐς ἐπισιτισμὸν τῷ στρατῷ, καὶ ἐμβάλλονται σιτία ἡμερέων δέκα ἐς τὰς νέας. [8] καὶ τῶν νεῶν ὅσαι ἐπεπονήκεσαν κατὰ τὸν πλόον μέχρι τοῦδε ἐπεσκεύασαν, καὶ τῶν ναυτέων ὅσοι ἐν τῷ ἔργῳ βλακεῦσαι [p. 31] ἐφαίνοντο Νεάρχῳ, τούτους μὲν πεζῇ ἄγειν Λεοννάτῳ ἔδωκεν, αὐτὸς δὲ ἀπὸ τῶν σὺν Λεοννάτῳ στρατιωτέων συμπληροῖ τὸ ναυτικόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), BALO´MUM
    • Dictionary of Greek and Roman Geography (1854), CO´CALA
    • Dictionary of Greek and Roman Geography (1854), GEDRO´SIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: